88
συναγωγῆς πολλῆς," ὁ Σύμμαχος ἐν πληθύϊ, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐν ἐκκλησίᾳ μεγάλῃ τεθείκασιν· ὡς εἶναι δῆλον, ὅτι περὶ τῆς αὐτῆς εἴρηκεν ἐκκλησίας. ιβʹ. "Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ· τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου." Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώ πων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται. 80.1160 ιγʹ. "Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμός· κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατ έλιπέ με." Μηδεὶς δὲ ἀνάρμοστα τοῖς ἡρμηνευ μένοις ἡγείσθω τὰ εἰρημένα. Καὶ γὰρ οἱ τρεῖς παῖδες τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον, ἐν τῇ καμίνῳ προσευχό μενοι ἔλεγον, "Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσα μεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου." Οὕτως ὁ θαυμά σιος ∆ανιὴλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἡσαΐας, οὕτως ὁ σοφώτατος Παῦλος. "Χριστὸς γὰρ, φησὶν, Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν," Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος." Οὕτω τοίνυν ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη ἡ τοῦ Θεοῦ Ἐκκλησία, οὐ μεγαφρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλὰ ἁμαρτίαις καὶ πλημμελείαις ἀνατίθησι τὰ γινόμενα, καὶ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. Ἄλλως τε οὐδὲ ἐκ τελείων πᾶσα συνέστηκεν ἡ τοῦ Θεοῦ Ἐκκλησία· ἀλλ' ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δουλεύειν αἱρουμένους. Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προφέρεται. ιδʹ, ιεʹ. "Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. Καταισχυν θείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν." Οὐ γὰρ τρῶσαι βού λονται, ἀλλᾶ τῷ αἰωνίῳ παραπέμψαι θανάτῳ. "Ἀπο στραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά." Τρέψον αὐτοὺς εἰς φυγὴν, καὶ διαμαρτεῖν ὧν ἐφίενται παρασκεύασον· κακὰ γάρ μοι καττύουσιν. ιʹ. Κομισάσθωσαν αἰσχύνην παραχρῆμα οἱ λέγοντές μοι, Εὖγε, εὖγε." Καὶ τοῖς ἐπιτωθάζουσι δὲ καὶ ἐπιγελῶσί μοι, γενέσθω τούτοις καρπὸς ἡ αἰσχύνη. ιζʹ. "Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτω σαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγα πῶντες τὸ σωτήριόν σου διαπαντός." Τοὺς δὲ ζητοῦντάς σε, φησὶ, καὶ ὑμνοῦντας, καὶ διαπαντὸς ἀγαπῶντας, διηνεκοῦς ἔμπλησον εὐφροσύνης, καὶ τῆς σῆς ἀγάπης μεταβολὴν μὴ δεχόμενοι, μὴ δεξάσθωσαν θυμηδίας μεταβολήν. Οὐ γὰρ τοῖς ἁπλῶς ἀγαπῶσιν ᾔτησε τὴν θυμηδίαν, ἀλλὰ τοῖς ἀεὶ καὶ διηνεκῶς ἔχουσι τὸν ἀξιέραστον ἔρωτα. ιηʹ. "Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· Κύριος 80.1161 φροντιεῖ μου· βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς." Ὥσπερ ἁμαρτιῶν ἐμνημόνευσεν ἄνω, οὕτω καὶ πτωχὸν ἑαυτὸν ἀπο καλεῖ, ὡς βοηθείας σπανίζοντα, καὶ τῆς θείας δεόμενον ἐπικουρίας· καὶ ταύτης ὅτι τάχιστα ἱκετεύει τυχεῖν. Ἁρμόττει δὲ ταῦτα διαφερόντως τῷ μακαρίῳ ∆αβίδ. Ἡγοῦμαι γὰρ, ὅτι τὴν πρόῤ ῥησιν ἐκείνην θεασάμενος, καὶ τὴν φιλοτιμίαν τῆς χάριτος, πτωχὸν ἑαυτὸν καὶ πένητα προσηγόρευσε, καὶ τῆς θείας καὶ αὐτὸς ἀπολαῦσαι προνοίας ἱκέτευ σεν. Ἀντιβολεῖ δὲ μὴ χρονίσαι τὴν τεθεσπισμένην σωτηρίαν, μηδὲ εἰς μακροὺς ἀναβληθῆναι χρό νους, ἀλλὰ τάχιστα τοῖς ἀνθρώποις ταύτην παρα σχεθῆναι.
ΕΡΜΗΝ. ΤΟΥ Μʹ ΨΑΛΜΟΥ. ]αʹ. "Εἰς τὸ τέλος, Ψαλμὸς τῷ ∆αβίδ." Τινὲς μὲν τῷ ∆αβὶδ ἀνέθεσαν, τινὲς δὲ
τῷ Ἐζεκίᾳ τὸν παρόντα ψαλμόν· οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέ λιον οὐδέτερον δέξασθαι. Ὁ γὰρ ∆εσπότης Χριστὸς διάλεξίν τινα πρὸς τοὺς ἱεροὺς ποιησάμενος μαθη τὰς, ἐπήγαγε καὶ ταῦτα· "Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε ταῦτα. Οὐ περὶ