88
ὁμολογία ἐστὶ τοῦ ζωοποιοῦ σταυροῦ, ὥσπερ οὖν καὶ ἡ ἄρνησις καθ' ὁμοίωσιν ἀντιστροφῆς; τὸ ἀνάλογον οὖν ληπτέον ἐπί τε τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ δὴ Χριστοῦ παντὶ τῷ συνιόντι. καὶ οὔπω καιρὸς δογματικῆς ἐξαπλώσεως, πειθούσης καὶ τὸν ἄγαν ἀμυδρόνουν ἀνανεύειν εὐπετῶς πρὸς τὰς αὐγὰς τῆς ἀληθείας. Αὕτη ἡ εὐαγγελικὴ ἡμῶν πίστις τῶν ἁμαρτωλῶν, αὕτη ἡ ἀποστολικὴ ἡμῶν ὁμολογία τῶν εὐτελῶν, εἰ δ' οὖν, ἡ πατροπαράδοτος ἡμῶν θρησκεία τῶν ἐλαχίστων. παρὰ ταύτην οὐχ ὅτι ὁ τίσδε καὶ τίσδε τῶν νῦν ἢ τῶν πάλαι, ἀλλ' οὐδ' εἰ Πέτρος καὶ Παῦλος (εἴπωμεν γὰρ τὰ ἀνένδεκτα ὡς ἐνδεχόμενα) οὐδ' ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν δογματίζων καὶ εὐαγγελιζόμενος, δυνάμεθα αὐτὸν κοινωνὸν προσήκασθαι, ὡς μὴ στοιχοῦντα τῇ ὑγιαινούσῃ τῆς πίστεως διδασκαλίᾳ. καὶ πρὸς ταῦτα, ὅ τι ἂν δοκῇ τῇ ἐξουσίᾳ ὑμῶν, ἑτοίμη ἡ ταπείνωσις ἡμῶν μέχρι θανάτου ὑποστῆναι ἢ ἐξάρνους ἡμᾶς γενέσθαι τῆς τοιαύτης ἡμῶν εἰλικρινοῦς ὁμολογίας. 72 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Ἐδεξάμην τὰ γράμματα τῆς σῆς ἁγιωσύνης, ἐν οἷς μαθὼν τὴν πρὸς τὸν κρατοῦντα διάλεξιν αὐτῆς καὶ τέλος εἰπεῖν τὴν εὐλογημένην αὐτῆς ἐξορίαν ἐστέναξα μὲν ὁ ταπεινὸς (πῶς γὰρ οὔ;), ἐδόξασα δὲ τὸν θεόν, τὸν δοξάσαντα αὐτὴν ἐν τούτῳ. χαίρω οὖν καὶ συγχαίρω σου, ἀδελφὲ ἠγαπημένε, τῇ εὐδοκιμήσει καὶ ἐγκαλλωπίζομαί σου ταῖς εὐπραγίαις εἴτ' οὖν ἐξορίαις, ὅσον οἱ βασιλεύοντες τοῖς διαδήμασι. καὶ τίς ἄν μοι ἔδωκεν ἰδεῖν σου τὸ ποθούμενον πρόσωπον; περιεπτυξάμην γὰρ ἂν ἀπλήστως, τρὶς ἄρτι ἐξοριζόμενον καὶ φυλακιζόμενον ὑπὲρ ἀληθείας θεοῦ. ἠδικεῖτο ὄντως ἡ ἀρετή σου καὶ οἱονεὶ ὑπὸ μόδιον ἦν ἐν τῷ μοναστηρίῳ καθημένου σου· νῦν ἄνεισιν ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πάσῃ τῇ ἐκκλησίᾳ. οὕτως οἱ δοκοῦντες κατακρύπτειν ἐξέλαμψάν σου τὴν ἀρετήν. καλὴ μὲν καὶ ἡ τῶν ἄλλων ἁγιωτάτων ἐπισκόπων ἐξορία καὶ οὐκ ἀποδέουσα ἐγκωμίων, οὔπω δὲ τῆς σῆς ἰσοστάσιος· διατί; ὅτι μονοστέλεχός τίς ἐστιν, ἀλλ' οὐχὶ ἐκ δυνάμεως εἰς δύναμιν προϊοῦσα κατὰ τὴν σὴν τριστέλεχόν τε καὶ τρικόρυφον. διὰ τοῦτο αἰνετὸν τὸ ὄνομά σου, περίβλεπτον τὸ κατόρθωμά σου, αἰώνιον τὸ ἀγαλλίαμά σου. ἐξενώθημεν ἀλλήλων καὶ ἀπῳκίσθημεν, ἀλλὰ ἀγαθὸς ὁ θεὸς ἑνῶσαι ἡμᾶς καὶ συνοικίσαι ἀιδίως· τάχα δὲ κἀνταῦθα οὐκ ἀδυνατήσει αὐτῷ πάλιν κατ' ὀφθαλμοὺς ἰδεῖν ἀλλήλους. Προεπέμψαμεν τοὺς ἁγίους πατέρας καὶ ἀδελφούς, καί γε τὸν καλὸν Καλόγηρον, οὗ ἐν ταῖς χερσί σου ἡ ἐναπόψυξις, ὥσπερ ἐκ προστάγματος θεοῦ καὶ οὐκ ἐκ βασιλέως φθαρτοῦ μεταστάντος Θεσσαλονίκης καὶ ἐξελθόντος ἐν τῷ Σακκουδίωνι. ἐναπελείφθημεν δυοῖν, λάλημα οὐκ οἶδ' ὁποῖον τοῖς ἀνθρώποις, ἀλλ' οὖν τοῖς εὐσεβέσιν ἀγαθόν, κἂν ἀγέραστός εἰμι ταῖς ἁμαρτίαις ἐγώ. σὺ δέ, ὦ μακαριώτατε, προβαίνοις ἀεὶ τῷ καλῷ, εὐχόμενός μοι ἀενάως τὴν σωτηρίαν· ὅτι δὲ κἀγὼ μνημονεύω σου-καὶ τί γὰρ ἂν ἄλλο μετὰ θεὸν ἢ τὸ σὲ ἀναπνέειν; διέσπασαν ἀπὸ τῆς πλευρᾶς σου τὸν ἀδελφὸν Ἀθανάσιον (προσθήκη πόνου, ἀλλὰ καὶ στεφάνων), ὡσαύτως καὶ τὸν Νεκτάριον· ἀλλ' εἰ μὲν ἄκοντα, οὐ πολὺ τὸ λυπηρόν, εἰ δὲ ἐκ συνθήματος, φεῦ τῆς ἐμῆς ταλαιπωρίας· πλὴν ὁποτέρως ἤρθη δείξειεν ὁ καιρός. ἐμονώθης σχεδόν, ἔχων τὸν καλόν μου Ἄνθον καὶ Ἐπιφάνιον. χαριτώσειεν αὐτοὺς ὁ Κύριος ἐπὶ τῇ ὑπηρεσίᾳ τῆς ὁσιότητός σου, οὓς καὶ προσαγορεύω πλεῖστα καὶ εὔχομαι φανῆναι μέχρι θανάτου συνεπομένους σοι. τί τἆλλα; θεὸς ἐπίδοι τὴν ἑαυτοῦ κληρονομίαν καὶ βραβεύσειεν εἰρήνην ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ. Ἀσπάζονταί σε δουλοπρεπῶς οἱ σὺν ἐμοὶ ἀδελφοί. 73 {1Τῷ αὐτῷ}1 ∆ὶς ἄρτι ἐπιστέλλω μετὰ τὴν ἀπὸ τοῦ Βυζαντίου ἄφιξιν τῆς ἁγιωσύνης σου. ἐγὼ δὲ καθ' ἑκάστην ἐβουλόμην τοῦτο ποιεῖν, εἰ οἷόν τε ἦν· ὅμως χάριν τῷ θεῷ ἀναθετέον, ὅτι ἐν τοσούτῳ διαστήματι ἔδωκεν ὁ ἀγαθὸς ἐντὸς ὀλίγου χρόνου τῇ τοῦ γράμματος μεσιτείᾳ ὁμιλῆσαι ἡμᾶς ἀλλήλοις, ἠγαπημένε. Ἡ μὲν οὖν τῆς ποντοπορίας μέριμνα κατέληξεν ἡμῖν· πιστεύομεν γὰρ τῷ θεῷ ἀποσεσῶσθαί σε ἀκινδύνως μέχρις οὗ περιωρίσθης τόπου