88
λέγω, εἰς ἕνα βαπτίζεσθε." -Οἱ δὲ Πράσινοι ἀνεβόησαν ἐπάνω ἀλλήλων καὶ ἔκραζον, ὡς ἐκέλευσεν Ἄντλας· "εἰς ἕνα βαπτίζομαι." -20Μανδάτωρ·20 "ὄντως εἰ μὴ ἡσυχάσητε, ἀποκεφαλίζω ὑμᾶς." -20Οἱ Πράσινοι·20 "ἕκαστος σπεύδει ἀρχὴν κρατῆσαι, ἵνα σωθῇ· καὶ εἴ τι ἐὰν εἴπωμεν θλιβόμενοι, μὴ ἀγανακτήσῃ τὸ κράτος σου· τὸ γὰρ θεῖον πάντων ἀνέχεται." -20Οἱ Πράσινοι·20 "ἡμεῖς λόγον ἔχοντες, αὐτοκράτωρ, ὀνομάζομεν ἄρτι πάντα· ποῦ ἐστιν, ἡμεῖς οὐκ οἴδαμεν, οὐδὲ τὸ παλάτιον, τρισαύγουστε, οὐδὲ πολιτείας κατάστασις. μίαν εἰς τὴν πόλιν προέρχομαι, ὅτ' ἂν εἰς βορδώνην καθέζομαι· εἴθοις μηδὲ τότε, 183 τρισαύγουστε." - 20Μανδάτωρ·20 "ἕκαστος ἐλεύθερος ὅπου θέλει ἀκινδύνως δημοσιεύει." -20Οἱ Πράσινοι·20 "καὶ θαρρῶ ἐλευθερίας, καὶ ἐμφανίσαι οὐ συγχωροῦμαι· καὶ ἐάν ἐστιν ἐλεύθερος, ἔχει δὲ Πρασίνων ὑπόληψιν, πάντως εἰς φανερὸν κολάζεται." - 20Μανδάτωρ·20 "ἑτοιμοθάνατοι, οὐδὲ τῶν ψυχῶν ὑμῶν φείδεσθε;" -20Οἱ Πράσινοι·20 "ἐπαρθῇ τὸ χρῶμα τοῦτο, καὶ ἡ δίκη οὐ χρηματίζει· ἄνες τὸ φονεύεσθαι· καὶ ἄφες, κολαζόμεθα. ἴδε πηγὴ βρύουσα, καὶ ὅσους θέλεις, κόλαζε. ἀληθῶς τὰ δύο ταῦτα οὐ φέρει ἀνθρωπίνη φύσις. εἴθοις Σαββάτης μὴ ἐγεννήθη, ἵνα μὴ ἔσχεν υἱὸν φονέα. εἰκότως ἕκτος φόνος ἐστὶν ὁ γενόμενος εἰς τὸ Ζεῦγμα· τῇ πρωΐᾳ ἐθεώρησεν, καὶ τῇ δείλῃ ἐσφάγη, δέσποτα πάντων." -20Οἱ Βένετοι·20 "τοὺς φονεῖς ὅλου τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε." -20Οἱ Πράσινοι·20 "πότε σφάζεις, καὶ ἀποδημεῖς." -Οἱ Βένετοι·20 "σὺ δὲ σφάζεις, καὶ διακινεῖς. τοὺς φονεῖς γὰρ τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε." - 20Οἱ Πράσινοι·20 "δέσποτα Ἰουστινιανέ, αὐτοὶ παρακαλοῦσιν, καὶ οὐδεὶς αὐτοὺς φονεύει. νοήσει ὁ θέλων τὸν ξυλοπώλην, τὸν εἰς τὸ Ζεῦγμα, τίς ἐφόνευσεν, αὐτοκράτωρ;" -20Μανδάτωρ·20 "ὑμεῖς αὐτὸν ἐφονεύσατε." -20Οἱ Πράσινοι·20 "τὸν υἱὸν τοῦ Ἐπαγάθου τίς ἐφόνευσεν, αὐτοκράτωρ;" -20Μανδάτωρ·20 "καὶ αὐτὸν ὑμεῖς ἐφονεύσατε· καὶ τοὺς Βενέτους πλέκετε." -20Οἱ Πράσινοι·20 "ἄρτι καὶ ἄρτι· κύριε ἐλέησον. τυραννεῖται ἡ ἀλήθεια. ἤθελον ἀντιβάλαι τοῖς λέγουσιν ἐκ θεοῦ διοικεῖσθαι τὰ πράγματα· πόθεν αὕτη ἡ δυστυχία;" -20Μανδάτωρ·20 "ὁ θεὸς κακῶν ἀπείραστος." -20Οἱ Πράσινοι·20 "θεὸς κακῶν ἀπείραστος; καὶ τίς ἐστιν ὁ ἀδικῶν με; εἰ φιλόσοφός ἐστιν ἢ ἐρημίτης, τὴν διαίρεσιν εἴπῃ τῶν ἑκατέρων." - 20Μανδάτωρ·20 "βλάσφημοι καὶ θεοχόλωτοι, ἕως πότε οὐχ ἡσυχάζετε;" -20Οἱ Πράσινοι·20 "ἂν θεραπεύεται τὸ κράτος σου, στέγω, καὶ μὴ θέλων, τρισαύγουστε. ὅλα, ὅλα οἶδα· ἀλλὰ σιωπῶ. σώζου, δίκη, οὐκέτι χρηματίζεις. μεταβαίνω, καὶ τότε ἰουδαΐζω. μᾶλλον δὲ ἑλληνίσαι συμφέρει, καὶ μὴ βενετίσαι, ὁ θεὸς οἶδεν." -20Οἱ Βένετοι.20 "τὸ μισῶ οὐ θέλω βλέπειν· καὶ ὁ φθόνος παρενοχλεῖ μοι." -20Οἱ 184 Πράσινοι·20 "ἀνασκαφῇ τὰ ὀστέα τῶν θεωρούντων." -Καὶ κατῆλθον οὗτοι καὶ ἔασαν τὸν βασιλέα καὶ τοὺς Βενέτους θεωροῦντας. καὶ εὐθὺς συνέβη γενέσθαι ὑπό τινων μαϊστόρων πρόφασιν δημοτικῆς ταραχῆς τρόπῳ τοιῷδε. κρατήσας ὁ ἔπαρχος τρεῖς δημότας τῶν ἀτακτούντων ἐφούρκισεν αὐτούς. καὶ ὁ μὲν εἷς παραυτὰ ἀπέθανεν, οἱ δὲ δύο ἔπεσον ἐκ τῆς φούρκας. πάλιν ἐκρεμάσθησαν, καὶ πάλιν ἔπεσον. τούτους οὖν ἑωρακὼς ὁ ἑστὼς ὄχλος ἔκραξεν· "τούτους τῇ ἐκκλησίᾳ." ἀκηκοότες οὖν οἱ μοναχοὶ τοῦ ἁγίου Κόνωνος ἥρπασαν αὐτοὺς ἐν ἀκατίῳ καὶ ἐπέρασαν εἰς τὸν ἅγιον Λαυρέντιον, διότι προνόμια εἶχε τοῦ μηδένα ἐκβλήσκεσθαι τοῦ ναοῦ, ἕως οὗ πάθῃ τὸ ἱκανόν. ἀκούσας δὲ ὁ ἔπαρχος ἔπεμψε στρατιώτας τοῦ φυλάττειν αὐτούς, καὶ γνόντες οἱ δῆμοι ἀπῆλθον εἰς τὸ πραιτώριον αἰτοῦντες τὸν ἔπαρχον ἀποστῆναι ἐκ τοῦ ἁγίου Λαυρεντίου τοὺς φυλάσσοντας στρατιώτας· καὶ ἀποκρίσεως οὐκ ἔτυχον παρ' αὐτοῦ· καὶ θυμωθέντες ἔβαλον πῦρ εἰς τὸ πραιτώριον, καὶ ἐκάησαν οἱ ἔμβολοι ἀπὸ τῆς καμάρας τοῦ Φόρου ἕως τῆς Χαλκῆς, τά τε ἀργυροπρατεῖα, καὶ τὰ Λαύσου πάντα πυρὶ ἀνηλώθησαν· καὶ τοὺς ἐμπίπτοντας αὐτοῖς στρατιώτας κατέσφαξαν ἀφειδῶς. καὶ εἰσερχόμενοι ἐν τοῖς οἴκοις διήρπαζον τὰς ὑποστάσεις, καὶ ἐνεπύρισαν τὴν