1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

89

σωτηρίας γίνεται ἡ μετὰ εὐποιίας πρὸς αὐτὸν καταφυγή. ἔχθρα τίς ἐστιν θεῷ ἐν ὑμῖν ἄλογος ἐπιθυμία· ὑπονοίᾳ γὰρ φρονήσεως τὴν ἄγνοιαν κρα- τύνει. ἄλλοι δὲ λέγουσιν· Oὐ πεφρόντικεν ἡμῶν ὁ θεός. καὶ τοῦτο ψεῦ- δός ἐστιν. εἰ γὰρ ὄντως οὐκ ἐφρόντιζεν, οὐκ ἂν οὐδὲ τὸν ἥλιον αὐτοῦ ἀνέτελλεν ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς οὔτε τὸν ὑετὸν αὐτοῦ ἔφερεν ἐπὶ δικαίους καὶ ἀδίκους. ἕτεροι δὲ λέγουσιν· Eὐσεβέστεροί ἐσμεν καὶ αὐτὸν καὶ τὰ ἀγάλματα σέβοντες. οὐκ οἶμαι, εἰ τοῦτο λέγων τις ἐρεῖ βασιλεῖ· Τὴν ἴσην σοι ἀπονέμω τιμήν, οἵαν καὶ τοῖς νεκροῖς καὶ τῇ ἐρριμμένῃ κοπρίᾳ· οὐκ οἴομαι εἰ καλῶς ἀπαλλάξει. ἀλλ' ἐρεῖ τις· Κοπρίαν λέγεις τὰ σεβάσματα ἡμῶν; ναί φημι. ἄχρηστα γὰρ ὑμῖν αὐτὰ ἐποιήσατε, εἰς τὸ σέβειν καταριθμή σαντες, τῆς οὐσίας αὐτῶν ἴσως ἄλλο τι ἢ εἰς χρῆσιν κόπρου εὐχρηστησάσης. νῦν δὲ οὐδὲ εἰς τοῦτο χρησιμεύει, ὅτε μετασχηματίσαντες προσκυνεῖτε. πῶς δὲ καὶ εὐσεβέστεροι εἶναί φατε οἱ πάντων ἀσεβέστατοι, ταύτῃ αὐτῇ τῇ μιᾷ καὶ ἀσυγκρίτῳ ἁμαρτίᾳ ψυχῆς ὄλεθρον ὀφείλοντες τὰ ἀληθῆ ἐὰν ἐπιμείνητε; ὡς γὰρ εἴ τις υἱὸς πολλὰ εὐεργετούμενος ὑπὸ τοῦ πατρὸς ἑτέρῳ τινὶ τῷ μὴ πατρὶ τὴν ὀφειλομένην τῷ πατρὶ ἀποδση τιμήν, πάντως ἀποκληρονόμος γίνεται· ἐπὰν δὲ κατὰ γνώμην τοῦ πα- τρὸς βιοὺς εὐχαριστῇ ἐπὶ ταῖς εὐεργεσίαις, εὐλόγως κληρονόμος γίνε- ται. ἄλλοι δὲ λέγουσιν· Ἀσεβεῖν μέλλομεν, ἐὰν τὰ παραδοθέντα ἡμῖν ἐκ πατέρων σεβάσματα καταλείψωμεν· ὅμοιον γάρ ἐστιν τῷ παραθήκην φυλάξαι. οὐκοῦν τούτῳ τῷ λόγῳ κἂν λῃστοῦ τις ᾖ πατρὸς ἢ αἰσχρο- βίου, οὐκ ὀφείλει ὁ υἱὸς νήψας τὸ κρεῖττον ἑλέσθαι, ἵνα μὴ ἀσεβήσῃ καὶ μὴ τὰ ἴσα τοῖς γονεῦσιν ποιῶν ἁμαρτάνῃ; πῶς δὴ ἀνόητοι οἱ λέγοντες· Ταῦτα προσκυνοῦμεν, ἵνα μὴ αὐτῷ ὀχλῶμεν. ὡς ὀχλουμένου θεοῦ ἐφ' οἷς εὐφημεῖται, μὴ ὀχλουμένου δὲ ἐφ' οἷς ἀχαριστούμενος βλασφη- μεῖται. διὰ τί οὖν, ὁπόταν ἐποχὴ ὑετοῦ γένηται, πρὸς οὐρανὸν τὰ πάντα ἀφορῶντες εὐχὰς καὶ λιτὰς ἀπονέμετε; καὶ ὅταν ἐπιτύχητε, τάχιον ἐπι- λανθάνεσθε; ἀμήσαντες γὰρ ἢ τρυγήσαντες εὐθέως τοῖς μηθὲν οὖσιν εἰδώλοις τὰς ἀπαρχὰς ἀπονέμετε, τάχιον ἐπιλανθανόμενοι τοῦ εὐεργετή- σαντος θεοῦ. καὶ οὕτως εἰς ἄλση καὶ εἰς τοὺς ναοὺς γενόμενοι θυσίας ἐπιτελοῦντες εὐωχεῖσθε. διὰ τοῦτο οἱ μὲν ὑμῶν λέγουσιν· Παρηγορίας καὶ τοῦ εὐωχεῖσθαι χάριν καλῶς ταῦτα ἐπινενόηται. ὦ ἀνόητοι, ὑμεῖς τοῦ λεγομένου γένεσθε δίκαιοι κριταί. εἴπερ γὰρ καὶ ἐχρῆν ἐνταῦθα εἰς εὐφρασίαν σώματος ἑαυτὸν δοῦναι, ποία εὐωχία ἀμείνων, ἡ ἐν ποτα- μοῖς καὶ ὕλαις καὶ ἄλσεσιν, ἔνθα εἰλαπίναι καὶ συμπόσια καὶ κατάσκιοι τόποι, ἢ ὅπου ἀπόνοια δαιμόνων καὶ χειρῶν τομαὶ καὶ αἰδοίων ἀποκοπαὶ καὶ οἶστροι καὶ μανίαι καὶ τριχῶν κόμαι καὶ κόμποι καὶ ἐνθουσιασμοὶ καὶ ὀλολυγαὶ καὶ πάντα ἐκεῖνα τὰ μεθ' ὑποκρίσεως εἰς κατάπληξιν τῶν ἀνοήτων γινόμενα, ὅπως τὰς αὑτῶν ὀφειλομένας εὐχὰς καὶ εὐχαριστίας καὶ νεκρῶν νεκροτέροις προσενέγκητε; καὶ διὰ τί χαίροντες ταῦτα ποιεῖτε; ἐπεὶ οὐ θέλει ὑμῖν ὁ ἐμφωλεύων εἰπεῖν ὄφις, ὃς ἐνέσπειρεν ὑμῖν τὴν ἄκαρπον ἐπιθυμίαν, λέγων ὑπομνήσω. ἔχει δὲ οὕτως· παρὰ τῇ τοῦ θεοῦ θρησκείᾳ κηρύσσεται νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πράως, κολάζειν