1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

89

μενον ἡλίου βωμόν, φέρον πλῆθος κινναμώμου κασσίας τε καὶ ξυλοβαλσάμου καὶ στὰν πρὸς ἀνατολάς, ὡς αὐτοί φασιν, τῷ ἡλίῳ προσευξάμενον αὐτομάτως φλεχθῆναι καὶ γενέσθαι κόνιν, ἐκ δὲ τῆς σποδοῦ σκώληκα ἀναφυῆναι, καὶ τοῦτον θερμανθέντα μορφωθῆναι εἰς ἀρτιγενῆ φοίνικα καὶ πτηνὸν γενόμενον ἐπ' Ἀραβίαν στείλασθαι, ἥπερ ἐστὶν περαιτέρω τοῦ αἰγυπτιακοῦ νομοῦ. Eἰ τοίνυν, ὡς καὶ αὐτοί φασιν, διὰ τοῦ ἀλόγου ὀρνέου δείκνυται ἡ ἀνάστασις, τί μάτην τὰ ἡμέτερα διαβάλλουσιν, ὅταν ὁμολογῶμεν, ὅτι ὁ δυνάμει τὸ μὴ ×ν εἰς τὸ εἶναι παραγαγών, οὗτος ἰσχύει τοῦτο καὶ μετὰ τὴν διάλυσιν εἰς ἀνέγερσιν παραστῆσαι; ∆ιὰ γὰρ ταύτην τὴν πληροφορίαν καὶ μάστιγας καὶ διωγμοὺς καὶ θανάτους ὑπομένομεν, ἐπεὶ μάτην τὰ τοιαῦτα κατεδεξάμεθα μὴ τούτων ἔχοντες τὴν πληροφορίαν, ὧν κήρυ κες ἐπαγγελλόμεθα εἶναι. Ὥσπερ οὖν ἐπείσθημεν Μωϋσῇ εἰπόντι, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ γινώσκομεν, ὅτι οὐχ ὕλης ἦν ἐνδεής, ἀλλὰ βουλήσει μόνῃ, ἃ προσετάγη Χριστός, ταῦτα καὶ παρήγαγεν, λέγομεν δὴ οὐρανόν, γῆν, θάλασσαν, φῶς, νύκτα, ἡμέραν, φωστῆρας, ἄστρα, πετεινά, νηκτά, τετράποδα, ἑρπετά, φυτά, βοτάνας· τὸν αὐτὸν τρόπον καὶ πάντας ἀναστήσει θελήματι, συνεργείας μὴ δεόμενος. Τῆς γὰρ αὐτῆς δυνάμεώς ἐστιν ἔργον τὸ δημιουργῆσαι κόσμον καὶ τὸ νεκροὺς ἀναστῆσαι· καὶ τότε μὲν μὴ ὄντα τὸν ἄνθρωπον ἐκ διαφόρων ἐποίησεν, δοὺς αὐτῷ τὴν ψυχὴν ἐκ τοῦ μὴ ὄντος, νῦν δὲ ταῖς οὔσαις ψυχαῖς τὰ διαλυθέντα σώματα ἀποτίσει. Κειμένων γάρ ἐστιν ἡ ἀνάστασις, οὐχὶ δὲ μὴ ὑπαρχόντων. Ὁ οὖν τὰ πρῶτα σώματα ἐκ μὴ ὄντων ποιήσας καὶ ἐξ αὐτῶν διάφορα δημιουργήσας, οὗτος καὶ τοὺς θανόντας ζωοποιήσας ἀναστήσει. Ὁ γὰρ ἐν τῇ κοιλίᾳ τὸν ἄνθρωπον ἐκ μικροῦ σπέρματος μορφῶν καὶ ψυχὴν αὐτῷ οὐκ οὖσαν ἐνδημιουργῶν, καθὼς αὐτός πού φησιν τῷ Ἱερεμίᾳ· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε.» Καὶ ἀλλαχοῦ· «Ἐγὼ Κύριος στερεῶν οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.» Aὐτὸς καὶ πάντας ἀνθρώπους ἀναστήσει αὐτοῦ ὄντας ποιήματα, καθὼς καὶ ἡ θεία γραφὴ μαρτυρεῖ λέγοντα τὸν Θεὸν τῷ μονογενεῖ Χριστῷ· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» Καὶ ὁ θειότατος καὶ καρτερικὸς Ἰώβ, περὶ οὗ φησιν ἡ γραφή, ὅτι γέγραπται αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνίστησιν, οὗτός φησι πρὸς τὸν Θεόν·