Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
γὰρ αὐτὸν ἀφίξεσθαι κατὰ καιροὺς Ἰουδαῖοι Σωτῆρα καὶ Λυτρωτὴν, οὐχὶ μόνων ἑαυτῶν, ἀλλὰ καὶ ἁπάν των τῶν ἐθνῶν. Καὶ γοῦν Συμεὼν ὁ δίκαιος, ὅτε βρέφος ὄντα Χριστὸν ἐν τῷ θείῳ τεθέατο ναῷ, "Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπόν σου· φῶς εἰς ἀπο κάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ Ἰσραήλ." Ἀλλὰ καὶ τὸ ἐκ Σαμαρείας γύναιον, ὅτε Χριστῷ διελέγετο, διωμο λόγηκεν ἐναργῶς. Ἔφη γάρ· "Οἴδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος ἀπαγγελεῖ ἡμῖν πάντα." Εἴρηται δὲ καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν τοῖς Ἰουδαίων δήμοις, ἐπαγγελλο μένου τοῦ Χριστοῦ τὴν ἑαυτοῦ πρὸς ἡμᾶς ἄφιξιν· "∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν." Οὐκοῦν φαῖεν ἃν εἰκότως, ὅτι τὴν τοῦ Σωτῆρος ἄφιξιν ὡς ἕσται κατὰ καιροὺς προσδοκήσαντες· "Ὑπομένων ὑπέμεινα τὸν Κύ ριον," ἀντὶ τοῦ, Προσδοκῶν προσεδόκησα· "καὶ προσέσχεν μοι," τουτέστιν, Ἐπεσκέψατό με. Θεὸς γὰρ ὣν Κύριος ἐπέφανεν ἡμῖν, καὶ ἀνήγαγεν ἡμᾶς ἐκ λάκκου ταλαιπωρίας τῶν τοῦ θανάτου πυλῶν καὶ τῆς ἐκεῖσε φθορᾶς, ἧς καὶ ἀπηλλάγμεθα διὰ Χριστοῦ μεταμορφοῦντος εἰς ἀφθαρσίαν ἐν ἑαυτῷ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν, καὶ ἀναπλάττοντος εἰς τὸ ἐν ἀρχαῖς, καὶ ἀπὸ πηλοῦ ἰλύος τῶν τοῦ κόσμου περι σπασμῶν, καὶ τῆς δυσώδους ἁμαρτίας. Ἐκ τούτων γὰρ ἀνίμησεν ἡμᾶς διὰ τῆς ἀῤῥήτου χειρὸς καὶ τῆς ἀφράστου δυνάμεως τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ ἔστησεν ἐπὶ πέτρᾳ τοὺς πόδας μου, κ.τ.λ. (I f. 200) Στερεὸς γὰρ νοῦς τοῖς ἐν Χριστῷ, καθ' 69.984 ἅ φησιν ὁ Παῦλος· "Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχο μεν." Πέτρα δὲ καὶ ἑτέρως νοεῖται Χριστὸς, τὸ πάν των ἔρεισμα, ὁ ἐκλεκτὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ' ᾧ πάντες οἰκοδομούμεθα, οἶκος πνευματικὸς καὶ ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Κατεύθυνεν δὲ καὶ τὰ διαβήματα ἡμῶν· ἐδιδάχθημεν γὰρ ὀρθὰς ποιεῖσθαι τροχιὰς οἱ πάλαι καμπύλας ποιοῦντες καὶ διεστραμμένας ὁδούς. Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. (I f. 200 b) Ἐν μοίρᾳ καὶ τοῦτο θετέον τῶν παρὰ Χριστοῦ χαρισμάτων. Οὐ γάρ τοι πᾶσιν ἀδιακρίτως ἕποιτο ἂν τὸ ἐξεῖναι δοξολογεῖν· ἀλλ' οὐδ' ἂν γένοιτό τις δεκτὸς παρὰ Θεῷ τοῦτο δρᾷν ἐθέλων, εἰ μή τις εἴη τῶν εὖ βιοῦν εἰωθότων· ὅτι "Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ." Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ἀντὶ τοῦ παλαιοῦ τοῦ διὰ Μωσέως· ἐπὶ καινοῖς γὰρ κατορθώμασιν, καινόν που πάντως εἴη ἂν καὶ τὸ ᾆσμα, καὶ οὐ τοῖς ἀρχαίοις ὕμνοις προσεοικός. Καὶ ἀντὶ δὲ τοῦ τοῖς πονηροῖς δαίμοσίν τε καὶ εἰδώλοις προσαγομένου ᾄσματος, τοὺς διὰ τοῦ ἁγίου Πνεύματος ἀναφωνεῖν ἐδιδάχθημεν ὕμνους. Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦ σιν ἐπὶ Κύριον. (A f. 219 b, B f. 144 b, I f. 200 b) Ὑπόδειγμα, φησὶν, ἑτέροις ἔσομαι τοῦ κατὰ ζῆλον ἐμὸν παύσα σθαι τῶν κακῶν, καὶ τὴν ὁμοίαν ἔχειν πρὸς τὸ κρεῖτ τον ἐλπίδα. Ἀεὶ γάρ πως οἱ μήπω πιστεύσαντες, τῶν ἤδη πεπιστευκότων ἀναδείκνυνται ζηλωταὶ, καὶ τῆς ἐκείνων πολιτείας καὶ ἐπιεικείας κατ' ἴχνος ἰέναι σπουδάζοντες ἀνανήφουσι πρὸς ἀλήθειαν, καὶ πρὸς τὸ τῆς ἀληθείας ἴασι φῶς. Εἶτα τί τὸ ἐντεῦθεν; Τὸν θεῖον εἰς νοῦν δέχονται φόβον, περὶ οὗ εἴρηται· "Ἀρχὴ σοφίας φόβος Κυρίου·" καὶ, "Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ." Οἱ τοίνυν, φησὶ, ζηλωταὶ γενόμενοι τῶν πεπιστευκότων, καὶ ἤδη τὸν θεῖον ὠδινήσαντες φόβον, οὗτοι καὶ τὰς ἑαυτῶν ἐλ πίδας ἱδρύσαντες ἐπὶ Θεῷ, παρ' αὐτοῦ καὶ μόνου τὰς τῶν ἀγαθῶν ζητοῦσι χορηγίας, καίτοι πάλαι τύχῃ τινὶ καὶ γενέσει καὶ εἱμαρμένῃ τὰς τῶν καθ' ἡμᾶς πραγμάτων ἡνίας ἀνάπτοντες. Καὶ ἄλλως δὲ τὸ ὄψονται, ἀντὶ τοῦ Ἀναβλέψουσιν εἴρηται. Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου περὶ τῶν ἐθνῶν ἐν Ἡσαΐᾳ· "Ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς." Λέγει δὲ καὶ τοῖς Ἰουδαίοις ὁ Χριστός· "Ἐγώ εἰμιτὸ φῶς." Ἀλλὰ καὶ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ἀπ εστάλη παρὰ τοῦ Πατρός. Ὄψονται δὴ οὖν, τουτέστιν ἀναβλέψουσιν, καὶ τὰ ἑξῆς.