1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

89

δηλονότι χωρὶς τῆς τῶν ἀλλοφύλων ἐπικρατήσεως. οὕτω γὰρ χρὴ νοεῖν καὶ οὐχ ὡς ὁ Εὐσέβιος, συναριθμῶν τοῖς τῶν κριτῶν χρόνοις 193 τοὺς τῶν ἀλλοφύλων καὶ μὴ λογιζόμενος αὐτοὺς ἰδίως ἑκάστου, ὡς ἡ γραφή. Ἐσέβων καὶ Ἐσβὰλ ἔκριναν τὸν Ἰσραὴλ ἔτη ζʹ μετὰ τὸν Ἰεφθάε. τοῦδὲ κόσμου ἦν ἔτος δσκεʹ. Ἐσέβων ὁ Βηθλεεμίτης φυλῆς Ἰούδα, πατὴρ λʹ υἱῶν καὶ θυγατέρων λʹ, ἔκρινε τὸν Ἰσραήλ. Ἀειλὼν κριτὴς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ιʹ μετὰ τὸν Ἐσέβωνα ἐκ φυλῆς Ζαβουλών. τοῦ δὲ κόσμου ἦν ἔτος δσλβʹ. Ἀβδὼν κριτὴς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. Ἀφρικανὸς ἔτη κʹ φησὶν οὐ καλῶς. τοῦ δὲ κόσμου ἦν ἔτος δσμβʹ. Ἀβδὼν υἱὸς Σελήμ, πατὴρ παίδων λʹ καὶ ἐκγόνων λʹ, ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. μετὰ δὲ τὴν τούτου τελευτὴν παραβὰς ὁ Ἰσραὴλ ἀπεδόθη πάλιν τοῖς ἀλλοφύλοις ἔτη μʹ. Ἀλλόφυλοι Φυλιστιαῖοι ἐκράτησαν τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσνʹ. Εὐσέβιος ὁ Παμφίλου τὰ μʹ ἔτη ταῦτα τῶν ἀλλοφύλων τοῖς τοῦ Σαμ ψὼν συναριθμεῖ ἀλόγως καὶ τῶν μετ' αὐτοῦ κριτῶν ἔτεσι, μὴ στοιχειώσας αὐτὰ ἐν τῷ κανόνι αὐτοῦ μηδὲ τῶν λοιπῶν ἀλλοφύλων κατά τινα, φησίν, Ἑβραίων παράδοσιν. προφανῶς δέ, ὡς καὶ ἐν ἄλλοις, ἀντίκειται τῇ γραφῇ.

ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων μαʹ ἐβασίλευσε Θῶνος ὁ λεγόμενος

Κονκόλερος, Ἑλληνιστὶ Σαρδανάπαλος, ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχξʹ. Σαρδανάπαλος Ταρσὸν ᾤκισε καὶ Ἀγχιάλην τὰς πόλεις ἐν μιᾷ ἡμέρᾳ. ἡ τῶν Ἀσσυρίων βασιλεία εἰς τὸ καθολικὸν κοσμικὸν δχοεʹ ἔτος ἔληξε, διαρκέσασα ἔτη αυξʹ ἀπὸ τοῦ κοσμικοῦ γσιςʹ ἔτους. Ἕως τοῦδε τοῦ δχοεʹ ἔτους τοῦ κόσμου διαρκέσασα ἡ τῶν Ἀσσυρίων βασιλεία ἐπὶ αυξʹ ἔτη κατελύθη τῷ κʹ ἔτει τοῦ Σαρδαναπάλου τοῦ μαʹ 194 βασιλέως Ἀσσυρίων, ὃς παρά τισι Θῶνος Κονκόλερος ὠνομάζετο, περὶ οὗ καὶ ∆ιόδωρος λέξεσιν αὐταῖς οὕτω γράφει. Σαρδανάπαλος δὲ τριακοστὸς μὲν καὶ πέμπτος ἀπὸ Νίνου τοῦ συστησα μένου τὴν ἡγεμονίαν, ἔσχατος δὲ γενόμενος βασιλεὺς Ἀσσυρίων, ὑπερῆρεν ἅπαντας τοὺς πρὸ αὐτοῦ τρυφῇ καὶ ῥᾳθυμίᾳ. καὶ μετ' ὀλίγα· καὶ τοιοῦτος ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέστρεψε πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων. Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατ' ἐνιαυτὸν ἐκπεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῷ στρατηγῷ τῶν Βαβυλωνίων ὑπ' ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. Ταῦτα ὁ ∆ιόδωρος περὶ τῆς Σαρδαναπάλου καταστροφῆς, καὶ ὅτι λεʹ ἀπὸ Νίνου γέγονε βασιλεὺς Ἀσσυρίων, ὃν πρῶτον εἶναι βασιλέα τῶν αὐτῶν Ἀσσυρίων προλαβὼν ἀνωτέρω ἔφη οὕτως. Τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πράξεις ἐπίσημοι οὔτε ὀνόματα μνημονεύεται. πρῶτος δὲ τῶν ἱστορίᾳ καὶ μνήμῃ παραδεδομένων Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο. καὶ μεθ' ἕτερα· μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος υἱὸν Νινύαν ἐτελεύτησε, τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν. τὸν δὲ Νίνον ἡ Σεμίραμις ἔθαψεν ἐν τοῖς βασιλείοις. καὶ ἐπάγει· αὕτη μὲν οὖν βασι λεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ξβʹ, βασιλεύσασα δὲ δύο πρὸς τοῖς μʹ. καὶ μεθ' ἕτερα· παραπλησίως δὲ καὶ οἱ λοιποὶ βασιλεῖς παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀρχὴν ἐβασίλευσαν ἐπὶ γενεὰς μεʹ μέχρι Σαρδαναπά λου. ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους ἔτη διαμείνασα πλείω τῶν α καὶ τʹ, καθάπερ φησὶ Κτησίας ὁ Κνίδιος ἐν τῇ βʹ βίβλῳ. τὰ δὲ ὀνόματα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπ' αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον. μόνη γὰρ τέτευχεν ἀναγραφῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπὸ Ἀσσυρίων, ἧς ἐστρατήγει Μέμνων ὁ Τιθωνοῦ.