89
εὐχαρίστησα τῷ τοιαύτην αὐτῷ σύνεσιν χαρισαμένῳ καὶ ἐκεῖνον ἐπῄνεσα τῆς καλοκἀγαθίας, καὶ σὲ ἐλογιζόμην ταῦτα πυθόμενον, θεῷ τε χάριν ὁμολογῆσαι καὶ τὸν υἱὸν πέμψαντα 1.251 διὰ τάχους ἀγαγεῖν πρὸς σεαυτὸν, καὶ τὰ προσδοκώμενα δυσ1.251 χερῆ λῦσαι καὶ εὐφροσύνης ἅπαντας καὶ θυμηδίας ἐμπλῆσαι τῆς ἐπὶ τῇ εἰρήνῃ τῶν βασιλέων ἡμῶν γενησομένης. σὺ δ' οὐ μόνον οὐκ ἐποίησας τοιοῦτον οὐδὲν, ἀλλὰ καὶ ἐμὲ τὰ δέοντα συμβουλεύοντα ἀπώσω, καὶ σιωπᾷν ἐκέλευσας καὶ μὴ περιεργάζεσθαι τὰ μὴ προσήκοντα. ἐμοὶ δὲ ἀνάγκην ἔχοντι τῶν ἀδικουμένων προΐστασθαι καὶ βοηθεῖν αὐτοῖς ὅση δύναμις, καὶ ὑπὲρ βασιλέως τὸ αὐτὸ ποιήσω, καὶ μᾶλλον ὑπὲρ τούτου, ὅσῳ καὶ τὰ μέγιστα ἀδικεῖται καὶ οὐκ εἰς αὐτὸν μόνον, ἀλλ' εἰς πάντας Ῥωμαίους τῆς εἰς αὐτὸν ἀδικίας διαβαινούσης· ὃ δέ με τῶν ἄλλων μᾶλλον οὐκ ἐᾷ σιωπᾷν, ὅτι, σοῦ προστάξαντος, ὀλίγῳ πρότερον αὐτὸς αὐτὸν ἔχρισα βασιλέα. τὸν οὖν οὕτω νομίμως καὶ δικαίως καὶ κατὰ γνώμην σὴν γεγενημένον βασιλέα, νῦν ἀπελαύνεσθαι, καὶ ταῦτα ἐπ' οὐδεμιᾷ προφάσει, ποῦ δίκαιον; ἢ πῶς οὐκ ἂν νομισθείην ἄξιος πολλῶν κεραυνῶν, ἐπὶ τοιαύτῃ παρανομίᾳ σιωπῶν αὐτός; διὰ τοῦτό σου καὶ αὖθις δέομαι πρὸς τῆς ἀληθείας αὐτῆς, εἴ τι καὶ παρεσύρης πεισθεὶς ἀνθρώποις διεφθορόσι, ταχεῖαν ποιήσασθαι τὴν διόρθωσιν καὶ μὴ τῷ ψεύδει κατὰ τῆς ἀληθείας ἰσχύσαι δοῦναι ῥοπήν.» Τοιαῦτα μὲν ὁ πατριάρχης μεμήνυκε πρὸς βασιλέα, μηνυταῖς χρησάμενος τῷ τε χαρτοφύλακι Γρηγορίῳ τῷ Κουτάλῃ καὶ τῷ τῶν μοναστηρίων ἄρχοντι τῷ Κυβεριώτῃ. ἀκούσας δὲ ὁ βασιλεὺς, θυμῷ τε ἐλήφθη οὐκέτι ἀνασχετῶς καὶ προσέταξεν εὐθὺς, τοὺς μὲν μηνύσαντας τοὺς λόγους εἰς δεσμωτήριον ἐμβληθῆναι, Μακάριον δὲ τὸν μητροπολίτην Σεῤῥῶν ἐν τοῖς βασιλείοις καὶ αὐτὸν ὑπὸ φρου 1.252 ρᾷ εἶναι· τὸν μέντοι πατριάρχην τοῦ πατριαρχείου ἐκβληθέντα, ἐν τῇ μονῇ τῶν Μαγκάνων ἀπρόϊτον μένειν· τοὺς δὲ πρὸς τὸν νέον βασιλέα παραγενομένους ἀρχιερέας μήτ' αὐτοὺς προϊέναι τῶν οἰκιῶν αὐτῶν, μήθ' ἑτέρους παρ' αὐτοὺς φοιτᾷν. ταῦτα μὲν οὖν ᾗ προσέταξεν ἐγένετο ὁ βασιλεύς. μετὰ δὲ τὴν ἐκ τοῦ νέου βασιλέως τῶν πρέσβεων ἀναχώρησιν πέντε πρὸς τῶν δέκα ἡμερῶν διηνυσμένων, ἐπεὶ μήτε παρὰ βασιλέως τοῦ πρεσβυτέρου, μήτε τοῦ πατριάρχου ἀπολογία τις ἀφίκετο πρὸς αὐτὸν, οὐκ ἐπ' ἀγαθῷ τεκμαιρόμενος εἶναι τὴν σιγὴν, ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι ἐβουλεύοντο τί δέοι ποιεῖν. εἶπεν οὖν ὁ μέγας δομέστικος· «οὐκέτι δέον, ὦ βασιλεῦ, ἀπράκτους καθῆσθαι, ἀλλ' ἔργου ἔχεσθαι. οὐδὲ γὰρ ἔτι τινὸς ἐνδεῖν, ὃ πράξαντας ἐλπὶς τὸν πόλεμον καταλῦσαι. ὅ, τε γὰρ χρόνος, ὃν ἐνταῦθα καθήμενοι δεόμεθα βασιλέως, τοσοῦτον ὑπερήλασε καὶ τὸ δέον, ὥστ' ἤδη οὐ μεγαλοψυχία καὶ καρτερία ἡ ἐπὶ πλέον παράτασις, ἀλλ' ἔκπληξις πρὸς τὰ δεινὰ καὶ ἀτολμία δόξαι ἄν τισι δικαίως· πρός τε βασιλέα οὐδὲν ὅ,τι παραλέλοιπας τῶν δεόντων, ἀλλὰ πρότερόν τε πολλάκις ἐπρεσβεύσω πρὸς αὐτὸν δεόμενος μὴ καταλῦσαι τὴν εἰρήνην, καὶ νῦν πρὸς τοὺς ἐκεῖθεν ἀφιγμένους πρέσβεις ὅσα ἦν ἐπιθυμοῦντος τὴν εἰρήνην, ἐνταῦθά τε εἶπας καὶ πρὸς ἐκεῖνον διεπρεσβεύσω. ὅ,τε παρελθὼν χρόνος μετὰ τὸ τοὺς πρέσβεις 1.253 ἐντεῦθεν ἀπελθεῖν ἱκανὸς καὶ περὶ τοῦ πράγματος βασιλέα διασκέψασθαι καὶ ἀπολογίαν δοῦναι, εἴ τι μετριώτερον διενοεῖτο. τὸ δ' ἐν τοσούτῳ χρόνῳ παρὰ βασιλέως τινὰ ἀπολογίαν μὴ ἐλθεῖν, τεκμήριον ἐναργὲς τοῦ μὴ προσδέξασθαι τὴν εἰρήνην, ἀλλὰ πρὸς τὸν πόλεμον ἤδη φανερῶς χωρεῖν· καὶ τοῦτο ἄν τις καὶ ἐξ αὐτοῦ τοῦ πράγματος στοχάσαιτο ἀσφαλῶς. ὁ γὰρ ἐν τοσούτῳ χρόνῳ τὰ πρὸς τὸν πόλεμον ἐξαρτυόμενος καὶ τοσούτους ἐς αὐτὸ τοῦτο πρὸς τὴν ἑσπέραν ἐκπέμψας, ὡς ἂν ἔχῃ χρῆσθαι μεγάλῃ παρασκευῇ πρὸς αὐτὸν καταστὰς, οὐκ ἂν ῥᾳδίως τὰς ἐκεῖθεν πρόηται ἐλπίδας. διὸ οὐδὲ ἡμᾶς ἀπράκτους δεῖ καθῆσθαι, ἀλλὰ πανταχόθεν, ἀπεγνωκότας τὴν εἰρήνην, πρὸς τὸ ἀμύνεσθαι παρασκευάζεσθαι τοὺς ἐπιόντας.» Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰπόντος, καὶ ὁ πρωτοστράτωρ ἔργου ἅπτεσθαι παρῄνει. «εἰ μὲν γὰρ ἠγνοοῦμεν» εἶπεν «ὅτι βασιλεὺς ἐκ πολλοῦ κεκίνηται πρὸς τὸ