89
ἀνθωμολογοῦντο τῷ θεῷ ἀνθ' ων ἐποίησε μετ' αὐτῶν θαυμασίων. Ην δὲ Τωβίτ, οτε τὴν ορασιν αὐτοῦ ἀπώλεσεν, ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ετη ὀκτὼ ἀποκατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ ην μᾶλλον εκτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς εσχατον λέγει τῷ υἱῷ αὐτοῦ "τέκνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ δὲ λάβε τοὺς υἱούς σου καὶ απελθε εἰς Μηδίαν· πέπεισμαι γὰρ οτι οσα προεῖπεν ̓Ιωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ οτι ̔Ιεροσόλυμα ερημα εσται καὶ ὁ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν ὁ θεός, καὶ ἐπιστρέψει ὁ λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νόμον καὶ γίνου ἐλεήμων καὶ δίκαιος." καὶ τοιαῦτα ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος 1.224 ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ εθαψεν αὐτὸν ἐντίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς ̓Εκβάτανα πρὸς ̔Ραγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ εθαψε κἀκεῖνον γηράσαντα, καὶ ἐκληρονόμησεν αὐτόν. ἀπέθανε δὲ καὶ Τωβίας ἐτῶν ἑκατὸν εικοσι καὶ ἑπτὰ ἐν ̓Εκβατάνοις τῆς Μηδίας, καὶ ηκουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώλειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶ ̓Ασουήρου. Τὸ μὲν ουν σύμπαν τῶν ̔Εβραίων εθνος, ὡς ηδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν ̓Ασσυρίων γενόμενον μετῳκίσθη, καὶ ερημος ἡ ̔Ιερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν ̓Ασσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μήδων τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, ους ὁ προφήτης ̔Ιερεμίας προανεφώνησεν. οὐκ ακαιρον δ' αν ειη καὶ τῆς τῶν ̓Ασσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μήδων καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· εχει δὲ ουτως. Βασιλεῖαι καθ' ἑαυτὰς ησαν ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν ηρχεν ὁ ̓Αστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ' ουτος τῇ ̓Αστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ητις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ος τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ 1.225 νόμιμα τῶν Περσῶν τοιάδε ησαν, ὡς Ξενοφῶν συνεγράψατο. ην αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ' ην τά τε βασίλεια σφίσι καὶ τὰ αλλα ἀρχεῖα πεποίηντο, ων τὰ ωνια καὶ οἱ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ινα μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ εν παισίν, αλλο δ' ἐφήβοις ἀφώριστο, τελείοις δ' ἀνδράσι τὸ ετερον, τοῖς δ' ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ετη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν εκαστοι. τοὺς δ' ἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς οπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων· ουτοι δὲ ουτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, ουτ' ἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. ησαν δ' ἑκάστοις αρχοντες δώδεκα· εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ωσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ υβρεως καὶ αλλων τινῶν. ους δ' αν εγνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ ους δ' αν ευρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ οτε τραφήσεσθαι εμελλον οἱ παῖδες, παρὰ τῷ διδασκάλῳ ησαν σιτούμενοι, αρτον φέροντες οικοθεν καὶ κάρδαμον οψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου υδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ εξ ἐτῶν η ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες επραττον, 1.226 ἐκ τούτου δ' εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ετη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν