89
ὀνοματοπεποίηται ἡ λέξις, κατὰ μίμησιν τῆς γινομένης αὐτῷ βραχύτητος ἐν τῇ φωνῇ, ἀφ' ου καὶ βρόχος λέγεται, δι' ου ἀναφέρεται ἡ φωνὴ, καὶ αὐτὸ τὸ βραγχιᾷν καὶ τὸ σαπρᾷ τῇ φωνῇ καὶ τραχείᾳ χρῆσθαι. Βάσκανον. τὸν βλαβερὸν καὶ λυπηρὸν λέγουσι. Βασιλεύσ. αὐτεξούσιος δυνάστης. παρὰ τὸ βαίνειν ιλεως. η παρὰ τὸ πεπᾶσθαι λαοὺς, ο ἐστι κεκτῆσθαι· πάσασθαι γὰρ τὸ κτήσασθαι καὶ πάμματα τὰ κτήματα. η παρὰ τὸ βάσιν καὶ τὸ λεύσιν· ὁ ἐν τῷ περιϊέναι περιβλεπόμενος. Βασιλεύτωρ. παρὰ τὸ βασιλεύειν βασιλεύτωρ. ̓Αντίμαχος· οιοι εσαν βασιλεύτορες. beta.371 Βατταρισμόσ. φλυαρία. *βατταρισμὸς ἐστὶ καὶ ἡ τῶν παίδων αναρθρος φωνή.* Βάτραχοσ. παρὰ τὸ τὴν βοὴν τραχεῖαν εχειν, βοάτραχος τὶς ων. Βάτοσ. κατ' ἀντίφρασιν ὁ μὴ ων βατός. καὶ εστιν ἐν τόνῳ παρώνυμον, ὡς παρὰ τὸ κυρτὸς κύρτος, ξανθὸς ξάνθος, λευκὸς λεῦκος, ουτως βατὸς βάτος. Βαιταῤῥηνοί. ἀπὸ Βαιτάῤῥους, κώμης Παλαιστίνης. Βαίτυλοσ. λίθος γενόμενος κατὰ τὸν Λίβανον, τὸ ορος τῆς ̔Ηλιουπόλεως. Βατήρ. ἡ ἀρχὴ τῶν τοῦ πεντάθλου σκαμμάτων. αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου. οιον τὸ ἐπικαιρότατον, καὶ τὸ πρῶτον. οὐ παρὰ τὸ βαίνω ἐγένετο γὰρ βαντὴρ, ἀλλὰ παρὰ τὸ βίβημι βατήρ. Βαιὼν η βαίων. ἰχθὺς, ὁ καὶ βλῖνος, παραπλήσιος κωβιῷ. ̓Επίχαρμος δὲ βαίονας λέγει. καὶ ἡ παροιμία, μή μοι βαιὼν κακὸς ἰχθὺς, ἐπὶ φιληδόνου ειρηται. Βαλάνους ∆ιόσ. τὰ κάρυα. τοῦ Ψελλοῦ· ∆ιὸς βαλάνους λέγουσι τὰ κάρυα οἱ πλείους. Βαρύσ. παρὰ τὸ βάρος. τὸ δὲ βάρος παρὰ τὸ βίᾳ αιρεσθαι. (Θηλυκόν.) Βαβυλών. σύγχυσις, καὶ πόλις ουτω καλουμένη. beta.372 Βαβύλη. πόλις ἐν ̓Οδρύσῃ τῆς Θρᾴκης. ὁ πολίτης Βαβυλίτης. Βαγδαλονία. μοῖρα Καππαδοκίας νοτιωτάτη. Βαθεῖα κόμη. ητοι δασεῖα. ἀπεκείρατο τὴν κόμην, ην δὲ πολλὴ καὶ ξανθὴ καὶ βαθεῖα. Βαθεῖαν αυλακα. οπέρ ἐστι στίχος γῆς ὑπ' ἀρότρου. Βαθυκαμπῆ. ἐπιπολὺ καμπτομένους. καὶ βαθυκαμπῆ κλεῖδα συῶν. Βαθυπέπλων. μεγάλων, ἐκ τοῦ παρακολουθοῦντος. καὶ γυναικῶν βαθυπέπλων. Βαδδίν. στολὴ ἱερά. ενδυμα ἐξαίρετον καὶ βύσσινον. Βαιθάλη. οικος θεοῦ. Βακτηρία. ἡ ῥάβδος. ἀπὸ τοῦ ἐρείδειν τὴν βάσιν ἐπ' αὐτῆς, τουτέστι στήριγμα ειναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως, η παρὰ τὸ τὴν βάσιν τηρεῖν. βακτηρίᾳ τῇ θείᾳ γραφῇ ἡ μετὰ τὴν παίδευσιν γενομένη παράκλησις. Βάλλα. πόλις Γαλιλαίας. ὁ πολίτης Βαλλαῖος. Βαλανάγρα. ἡ κλείς. παρὰ τὸ ἀγρεύειν τὸν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ο καλοῦμεν μάγγανον. Βάλανος φοινίκων. οινον επινον ἀπὸ τῆς βαλάνου, τῆς ἀπὸ τοῦ φοίνικος. Βαλανίσ. ἡ τοῦ βαλανέως γυνή. *καὶ βασιλὶς ἡ τοῦ βασιλέως γυνή.* Βαλία. ελαφος κατάστικτος. Βάλοσ. ὁδὸς ὑψηλή. beta.373 Βαλιαρίδων. νήσων, ἐν αις κατοικοῦσι σφενδονεῖται ευστοχοι. Βαλβίδεσ. τὰ κάγκελα, ἡ ἀφετηρία καὶ ὁ καμπτός. ηγουν ἡ αφεσις τῶν δρομέων. εστι δὲ δύο ξύλα, ἀφ' ων σχοινία διατείνεται. ἀφ' ων βαλβίδων ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλὸς, οιον· βηλῷ ἐπὶ λιθέῳ. καὶ ὡς παρὰ τὸ ψῆφος ψηφὶς, ουτω καὶ παρὰ τὸ βῆλος βηλὶς, καὶ τροπῇ τοῦ ˉη εἰς ˉα καὶ πλεονασμῷ τοῦ ˉβ βαλβίς. Βάξισ. ὁ λόγος, ἡ φήμη. παρὰ τὸ βάζω, βάξω, βάξις. Βάρεισ. τὰ πλοῖα, οἱ πύργοι· αἱ στοαί· τὰ τείχη. Βαρέων ἐλεφαντίνων. τὰς πανταχοῦ τῆς γῆς ἐκκλησίας, μιᾷ δὲ τῇ πίστει, ἐν αις γεραίρεται ὁ θεός. Βαρυπρεπήσ. πολυτελής. καὶ τὸ μέσον τῆς ἡμέρας εὐωχία περιεκέχυτο βαρυπρεπής. Βαρακίναισ. ἀκάνθαις, σκόλοψιν. Βαρεῖα. ποιότης συλλαβῆς ὑφειμένον εχουσα φθόγγον. ειρηται δὲ ἐκ μεταφορᾶς τῶν τὰ φορτία βασταζόντων, καὶ εὐθείας τρίβους ἀνυόντων. Βασσαρίδεσ. αἱ πόρναι, η αἱ Βάκχαι. παρὰ τὸ διάγειν ἐν βήσσαις. Βασσάν. αἰσχύνη η πικρία, ητοι παραπικρασμὸς, ο ἐστι παροξυσμός. Βάσιμοσ. πορευτική. Βάσισ. στήριγμα, θεμέλιον. beta.374 Βάσανοσ. ἡ τιμωρία. καὶ βάσανος λίθος ἡ τὸ χρυσίον περιτριβόμενον δοκιμάζουσα. ουτως ̓Αντιφῶν καὶ Πίνδαρος. Βασανίσασ. ἀντὶ τοῦ δοκιμάσας. Βασιλίσ. ἡ τοῦ βασιλέως γυνή. Βασιλίνδα. τὴν βασιλείαν. Βασιλεία θεοῦ. ἡ αὐτὴ τῆς ἁγίας τριάδος γνῶσις. βασιλεία καὶ ἡ τοῦ ἁγίου πνεύματος συμμαχία. ὡς τό· ἐλθέτω