τῷ βασιλεῖ ἀπηλλάγη. οὐ μήν γε καὶ εὐθὺς ὁ βασιλεὺς ἐτελεύτησεν, ἀλλὰ διετέλεσε νοσηλευόμενος καὶ σφακελιζόμενος ἄχρι τῆς ἑνδεκάτης τοῦ Μαΐου μηνός, καθ' ἣν ἀπηλλάγη τοῦ βίου Ἀλεξάνδρῳ τῷ αὐτοῦ ἀδελφῷ τὰ τῆς βασιλείας παραδοὺς σκῆπτρα. ὃν ἰδών, ὥς φασιν, ἐρχόμενον κατὰ τὴν τελευταίαν ἐντυχίαν εἰπεῖν λέγεται· ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς δεκατρεῖς μῆνας. προσέκειτο δὲ τοῖς μαθήμασιν ὁ τοιοῦτος βασιλεύς, καὶ μάλιστα τῇ περὶ τὴν ἀστρονομίαν ἀποτελεσματικῇ. καὶ στιχηρὰ δὲ μελίσας τῇ ἐκκλησίᾳ παρέδωκε ψάλλεσθαι πάσης ἡδύτητος ἀνάπλεα. καὶ ἐπιστολαὶ δὲ αὐτοῦ καὶ ἄλλα πονήματα πάσης παιδεύσεως περίπλεα φέρονται, πρὸς τὸν ἀρχαῖον χαρακτῆρα ἀποτετορευμένα. ἀνέγνωσε δὲ καὶ τὰ Ἀρχιμήδεια ἀκριβῶς καὶ ὡς οὐδεὶς ἕτερος τῶν κατ' αὐτόν. παραδοὺς τοίνυν, ὡς εἴρηται, τὸ τῆς βασιλείας κράτος, καὶ πολλὰ παρακαλέσας τὸν αὐτοῦ υἱὸν Κωνσταντῖνον παιδοτροφῆσαι καὶ ἐπιμελείας ἀξιοῦν προσηκούσης, τελευταῖον δὲ καὶ διάδοχον αὐτοῦ καταλιπεῖν, ἐτελεύτησεν.
Alexand.t ΑΛΕΞΑΝ∆ΡΟΣ Alexand.1 Ἀλέξανδρος δὲ ὁ τοῦ Λέοντος ἀδελφός, ἤδη νεανίας ὢν καὶ τὸ εἰκοστὸν τῆς
ἡλικίας αὐτοῦ παραμείβων ἔτος, τοῦ Λέοντος ἀποθανόντος παρέλαβε τὰς τῆς βασιλείας ἡνίας, συμβασιλεύοντος αὐτῷ καὶ Κωνσταντίνου τοῦ Λέοντος παιδός. ὃς ἅμα τε ἐπέβη τῆς βασιλείας καὶ ἅμα ἐκπέμψας ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν τὸν πατριάρχην, καὶ τοῦ θρόνου καταγαγὼν τὸν Εὐθύμιον ἀνήγαγε τὸ δεύτερον τὸν Νικόλαον. καὶ ἅμα αὐτῷ καθεσθεὶς ἐν τῇ Μαγναύρᾳ, σελεντίου γενομένου, τὴν τοῦ Εὐθυμίου καθαίρεσιν ἐποιήσατο. ὃν οἱ προσκείμενοι τῷ Νικολάῳ κληρικοὶ ἅμα τῇ καθαιρέσει ὥσπερ ἄγριοι ἐμπηδῶντες θῆρες ἔπληττον, κονδύλους ἐνέτριβον, ἐκολάφιζον, τὴν ἱεροπρεπῆ ἀπέτιλλον γενειάδα, ἐπὶ τράχηλον ὤθουν, καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκαλοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπεισπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν τοῖς Ἀγαθοῦ σταλείς, καὶ μετὰ μικρὸν χρόνον ἀποβιούς, ἐν τῇ πόλει εἰσαχθεὶς θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ κληρικὸς ὁ τὰς πολιὰς αὐτοῦ τίλας ὑποστρέψας κατ' αὐτὴν τὴν ὥραν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρε ταύτην ἐμπεπρησμένην καὶ τὴν θυγατέρα παρειμένην καὶ ἐκλελυμένην, ἥτις καὶ διήρκεσεν ἐπὶ χρόνους ἱκανοὺς μεταιτοῦσα καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς συλλέγουσα. Alexand.2 Ὁ δὲ βασιλεὺς Ἀλέξανδρος καὶ πάλαι βίον ἁβροδίαιτον ἔχων καὶ διακεχυμένον καὶ πρὸς μόνα ἐπτοημένον τὰ κυνηγέσια καὶ τὰς ἄλλας ἀκολάστους καὶ ἐκδεδιῃτημένας τῶν πράξεων, καὶ μηδὲν βασιλέως ἔργον εἰδὼς διαπράττεσθαι, ἀλλὰ τρυφαῖς καὶ ἀσελγείαις σχολάζειν ἠγαπηκώς, ἐπεὶ τῆς βασιλείας καὶ τῶν ὅλων ἐγένετο ἐγκρατής, οὐδὲν ἄξιον λόγου ἢ διενοήσατο ἢ κατεπράξατο. μοναρχήσας γὰρ Ἰωάννην τινὰ ἀγύρτην καὶ μηδενὸς ἄξιον λόγου (Λαζάρης τούτῳ ἐπώνυμον) ῥαίκτωρα πεποίηκεν, ὃς καὶ μετὰ μικρὸν κακῶς ἀπέρρηξε τὴν ζωήν, ἐν τῷ Ἑβδόμῳ σφαιρίζων ὁ κληρικός. ὡσαύτως καὶ Γαβριηλόπωλον καὶ Βασιλίτζην, συμπαίστορας αὐτῷ ὄντας πρὸ τῆς βασιλείας καὶ τῶν ἀκολάστων πράξεων κοινωνοὺς καὶ θεράποντας, πλείστοις τε χρήμασι περιήντλησε καὶ εἰς πατρικιότητος τιμὴν ἀνεβίβασεν. ἐβούλετο δ', ὥς φασιν, εἰ μὴ θεὸς ἐπέσχε, τὸν Βασιλίτζην εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν καὶ Κωνσταντῖνον τὸν οἰκεῖον εὐνουχίσαι ἀνεψιόν. ὃ καὶ ἐγένετο ἄν, εἰ μὴ θεὸς μὲν πρότερον διεκώλυσεν, ἔπειθ' οἱ πρὸς Λέοντα τὸν τοῦ παιδὸς πατέρα διαφυλάττοντες εὔνοιαν, ποτὲ μὲν λέγοντες, ὡς νήπιός ἐστι, ποτὲ δέ, ὡς ἀσθενής, καὶ οὕτω κατὰ μικρὸν ἀποβουκολήσαντες τὸν Ἀλέξανδρον τὸν παῖδα διεσώσαντο, τοῦ θανάτου καταλαβόντος ἐκεῖνον. Alexand.3 Ἐπὶ τούτου βασιλεύσαντος ἐφάνη κομήτης ἐκ δύσεως, ὃν ξιφίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί.