τὰ κρείττονα, ἀλλ' οὐ τὰ κρείττονα ἐπέστραπται πρὸς τὰ χείρονα, ἕως ἂν τὴν ἰδίαν τάξιν τηρῇ. οὕτω τοιγαροῦν σῶμα μὲν πρὸς ψυχήν, ψυχὴ δὲ πρὸς νοῦν, νοῦς δὲ πρὸς θεὸν ἄνεισιν, ἀλλ' οὐκ ἐκεῖνα ἐπέστραπται πρὸς τὰ ὑφ' ἑαυτά. Βούλομαι δὲ ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ δόγμα τι Πορφύρειον μεταξυλογῆσαι, ἐπικρίσεως οὔπω τυχόν· φησὶ γὰρ ἐκεῖνος ἐν οἷς τὰς τῶν νοητῶν ἀφορμὰς ὑποτίθεται, ὅτι «τῶν γεννώντων τὰ μὲν οὐδόλως ἐπέστραπται πρὸς τὰ γεννήματα, τὰ δὲ καὶ πρὸς ἐκεῖνα ἐπιστρέφει καὶ πρὸς ἑαυτά, τὰ δὲ πρὸς ἐκεῖνα ἐπιστρέφει, πρὸς ἑαυτὰ δὲ ἐπιστροφὴν οὐκ εὐτύχησε». τοῦτο ἐπιστασίας μὲν οὐδέ πω τετύχηκεν, ἐγὼ δὲ ὑμῖν ἐρῶ χαριούμενος, ὃ κατὰ τὸν τόπον νενόηκα. τρία γὰρ ταῦτα πρὸς τὰς ἐκείνου τρεῖς τάξεις συντίθημι, νοῦν καὶ ψυχὴν καὶ φύσιν. ὁ μὲν οὖν νοῦς γεννῶν τὴν ψυχὴν ἀνεπίστροφός ἐστι πρὸς αὐτήν· ἔννους γὰρ ἡ ψυχὴ γίνεται οὐχ ὅτε ὁ νοῦς στραφῇ πρὸς ψυχήν, ἀλλ' ὅτε ἡ ψυχὴ στραφῇ πρὸς τὸν νοῦν. ἡ δὲ φύσις τῶν σωμάτων ἐπιστρεφομένη καὶ διοικοῦσα ταῦτα οὐκ ἐπιστρέφει πρὸς ἑαυτήν, ἐπειδή ἐστιν οὐσία σώματος χωριστή, ἀλλὰ συναπολήγει τοῖς σώμασιν. ἡ δὲ ψυχή, ἕως μὲν ἂν ᾖ τὸ οἰκεῖον τηροῦσα ἀξίωμα, ἀνεπιστρόφως ἔχειν πέφυκε πρὸς τὰ σώματα, εἰ δὲ τῇ δεινότητι κατασχεθῇ τοῦ εἱρμοῦ, τότε καὶ τῶν σωμάτων ἐπιμελεῖται, ὡς εἶναι τὸν μὲν νοῦν ἑαυτοῦ μόνως, τὴν δὲ φύσιν ἄλλου ἀεί, τὴν δὲ ψυχὴν ἑαυτοῦ καὶ ἄλλου. Ὁ δὲ λόγος τοῦ οἰκείου ἐχέσθω σκοποῦ, ὅτι τὸ δύνασθαι μὲν ἕλκειν τὸν ∆ία σύμπαντας τοὺς θεούς, ἐκείνους δὲ μηδ' ὁπωστιοῦν ἐκεῖνον, τοῦτο δηλοῖ, ὅτι τὰ μετὰ τὴν πρώτην ἀρχὴν ἔχεται ταύτης καὶ ἀνάγεται πρὸς αὐτήν, ἐκείνη δὲ πρὸς οὐδὲν τούτων ἐπέστραπται. ἀλλὰ πῶς ἀναγομένων τῶν ὑστέρων πρὸς τὰ πρῶτα ἡ μὲν σειρὴ περί τινα ἐξοχὴν ἀποδεθείη τοῦ οὐρανοῦ, οἱ δ' ἀναχθέντες μετέωροι ἔσονται; διότι ἡ πρώτη τῶν ὄντων ἀρχή, εἰ καὶ σύνδεσμος τῶν ὅλων παρὰ τοῖς φιλοσόφοις λέγεται καὶ οἷον ἀκρότης τῆς ὅλης συνθέσεως, οὐ θίγουσα τῶν δευτέρων ταῦτα ἐπικρατεῖ, ἀλλ' ἀπόλυτος πάντων οὖσα καὶ ἄδετος· <τῷ> πρώτῳ τοίνυν τῶν μετ' αὐτὸν θεῶν ἀποδεσμεῖ τὴν σειρήν, ὃν δὴ κατ' ἐξοχὴν ἐκάλεσεν οὐρανόν. Οὕτω μὲν οὖν ἐγὼ τὸν μῦθον ἀλληγορῶ· ὁ δέ γε Πλάτων ἐν τῷ Θεαιτήτῳ, ἀποδεικνὺς ὅτι ζωογόνος ἐστὶν ἡ κίνησις, καὶ οἷόν τινα κολοφῶνα, ὡς ἐκεῖνός φησι, τῆς ἀποδείξεως τὸν μῦθον ἐπάγων, τὴν χρυσῆν ταύτην σειρὴν ἀλληγορεῖ εἰς τὸν ἥλιον, καί φησιν· «ἕως μὲν ἂν ἡ περιφορὰ ᾖ, πάντα κατὰ τάξιν ἐστίν, εἰ δέ ποτε σταίη ὥσπερ σῶμα δεθέν, περιτραπήσεται ταῦτα καὶ γένοιτ' ἂν τὸ λεγόμενον ἄνω καὶ κάτω πάντα.» Ὑμεῖς γοῦν, ἡ ἐμὴ πειθανάγκη, καίτοι βουλόμενόν με ἐνταῦθα στῆσαι τὸν λόγον, προσαπαιτεῖτε καὶ τὸ λειπόμενον, ἵνα καὶ πρὸς τὰς ἡμετέρας δόξας τὸν λόγον ἀλληγορήσαιμι. ἡμῶν οὖν εἷς ἐστι θεὸς ἡνωμένος καὶ διακεκριμένος, ἐκεῖνο μὲν τῷ αὐτῷ τῆς οὐσίας, τοῦτο δὲ τῷ τρισσῷ τῶν ὑποστάσεων, ὁ μόνος αἰώνιος καὶ οὗ μηδὲν ἐπαναβέβηκεν ἕτερον. οὗτος τοιγαροῦν ὁ ἡμέτερος καὶ τῷ ὄντι θεός, τὸν νοητὸν ὑποστήσας διάκοσμον καὶ τὸν αἰσθητόν, διέκρινε μὲν τούτους ἀπ' ἀλλήλων τῷ ἰδίῳ τῆς φύσεως, συνέδησε δ' ἀλλήλοις, ἵνα καὶ ἄγγελοι παρὰ ἀνθρώποις φοιτῷεν καὶ ἄνθρωποι, εἴ γε βούλοιντο, ἄλλοι γίγνοιντο ἄγγελοι, οὐ πρὸς τὴν ἐκείνων φύσιν μεταλλαττόμενοι, ἀλλὰ τοῦ μεγέθους αὐτῶν ἀξιούμενοι. τὴν γοῦν σύνδεσιν τούτων προσονομάσαις σειρήν, ὅτι τρόπον τινὰ πρὸς ἀλλήλους διαπλεκόμεθα, χρυσῆν δέ, ὅτι λαμπρά τίς ἐστιν ἡ τοιαύτη διαπλοκὴ καὶ οὐδὲν ἐπικεκρυμμένον ἔχουσα, καὶ ὅτι τῇ μετοχῇ τῆς πρώτης καὶ χρυσοειδοῦς τάξεως χρυσοῖ καὶ αὐτοὶ καθέσταμεν· ἀρχὴ δὲ τῆς σειρῆς ἡ ὑπεράρχιος θεαρχία. τὸ δ' ἀνέλκεσθαι μὲν ἡμᾶς παρ' ἐκείνης, ἕλκειν δ' ἐκείνην μὴ δύνασθαι, οὕτω νοήσεις, ὅτι μηδενὶ τῶν ὄντων χωρητός ἐστιν ὁ θεός, οὐδέ τις ἀνελκύσειεν, ὅσον ἐκεῖνος πέφυκεν· ὁ δὲ πρὸ πάσης κτίσεως τοὺς λόγους τῶν δημιουργημάτων ἔχων ἐν ἑαυτῷ, εὐπετῶς πάντας χωρήσει, ἢ