1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

89

οὐδὲ κηδεμόνες φιλάνθρωποι, ἀλλ' ἡγεμόνες παγχάλεποι. Τῷ τοι πολλάκις μὲν αὐτοὺς οἱ ἔννομοι καταλύουσι βασιλεῖς, τοὺς ὑπ' αὐτῶν παρανομουμένους οἰκτείροντες, πολλάκις δὲ καὶ στρα τιῶται καὶ δῆμοι γυμνοῦσι τῆς δυναστείας, τὸ θράσος οὐ φέρον 10.2 τες. Τοῦτο καὶ δεδράκασι καὶ πεπόνθασιν οἱ παμπόνηροι δαίμο νες. Τὴν γὰρ δὴ τάξιν καταλιπόντες, ἣν ἔλαχον, καὶ τὴν ἡμερωτάτην τοῦ πεποιηκότος ἀποδράσαντες δεσποτείαν, ἥρπασαν μὲν τὴν τυραννίδα, τὸ δὲ θεῖον ὄνομα σεσυληκότες, θεοὺς σφᾶς αὐτοὺς προσηγόρευσαν καὶ τὸ θεῖον σέβας σφίσι προσφέρειν τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἀνέπεισαν· εἶτα κρατῦναι τὴν δυναστείαν σπουδάζοντες, καὶ προγινώσκειν τὰ μέλλοντα καὶ προλέγειν ἐνεανιεύσαντο, ταύτῃ μάλιστα τοὺς εὐαλώτους ἀνθρώπους παρακ 10.3 ρουόμενοι. ∆ιά τοι τοῦτο πανταχοῦ γῆς τὰ τῆς ἀπάτης κατε σκεύασαν ἐργαστήρια καὶ τὰς μαντικὰς ἐπενόησαν μαγγανείας, τοὺς ἀλευρομάντεις καὶ στερνομάντεις καὶ νεκυομάντεις καὶ τὴν Κασταλίας πηγὴν καὶ τὸ Κολοφώνιον ῥεῖθρον καὶ τὴν ἱερὰν δρῦν καὶ τὸ ∆ωδωναῖον χαλκεῖον καὶ τὸν Κιρραῖον τρίποδα καὶ τὸν Θεσπρώτιον λέβητα, καὶ ἐν Λιβύῃ μὲν τὸ μαντεῖον τὸ Ἄμ μωνος, ἐν δέ γε ∆ωδώνῃ τὸ τοῦ ∆ιός, ἐν δὲ Βραγχίδαις καὶ ∆ήλῳ καὶ ∆ελφοῖς καὶ Κολοφῶνι τοῦ Κλαρίου καὶ Πυθίου καὶ ∆ηλίου καὶ ∆ιδυμαίου, καὶ ἐν Λεβαδίᾳ μὲν Τροφωνίου, ἐν Ὠρωπῷ δὲ Ἀμφιάρεω, ἐν δὲ τῇ Τυρρηνῶν καὶ Χαλδαίων τῆς νεκυομαντείας τὰ ζοφώτατα ἄντρα, καὶ ἀλλαχοῦ μὲν Ἀμ φιλόχου, ἀλλαχοῦ δὲ Γλαύκου καὶ ἑτέρωθι Μόψου καὶ ἄλλων τινῶν δυσωνύμων ἀνθρώπων. 10.4 Ὅτι δὲ παμπονήρων ἦν δαιμόνων ταῦτα χρηστήρια τὴν θείαν προσηγορίαν σεσυληκότων, ἱκανὴ μὲν τεκμηριῶσαι καὶ ἡ νῦν αὐτοῖς ἐπικειμένη σιγή. Μετὰ γὰρ δὴ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀπέδρασαν οἱ τήνδε τὴν ἐξαπάτην τοῖς ἀνθρώποις προσ 10.5 φέροντες, τοῦ θείου φωτὸς οὐκ ἐνεγκόντες τὴν αἴγλην. Μαρτυ ρεῖ δὲ διαρρήδην καὶ Πλούταρχος ὁ Χαιρωνεύς, ἀνὴρ οὐχ Ἑβραῖος, ἀλλ' Ἕλλην καὶ τὸ γένος καὶ τὴν γλῶτταν, καὶ μέντοι καὶ ταῖς Ἑλληνικαῖς δόξαις δεδουλωμένος καὶ τὸν τῶν χρηστηρίων ἀκριβῶς ἐπιστάμενος πλάνον. Οὐ πόρρω γάρ που τῆς Χαιρωνείας ∆ελφοὶ καὶ Λεβαδία καὶ Ὠρωπός, ἀλλ' ὅμοροί τε καὶ πλησιόχωροι. Οὗτος πολλὰ μὲν καὶ ἄλλα ξυνέγραψε- πολυμαθὴς γὰρ ὁ ἀνὴρ καὶ μάλα πολύπειρος-, ξυνέγραψε δὲ καὶ περὶ τῶν μαντειῶν τινα καὶ τόδε τὸ ξύγγραμμα Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ἐκάλεσεν· ἐν τοίνυν τούτῳ πρὸς πολ 10.6 λοῖς ἄλλοις καὶ ταῦτα ἔφη· "Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρη στηρίοις μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, 10.7 θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον." Ταῦτα οὐ προφήτης ἡμέτερος οὐδ' ἀπόστολος εἴρηκεν, οὐδέ τις ἄλλος τῶν ἐκείνοις πεπιστευκότων καὶ τὰ ἐκείνων δοξάζειν ἐσπουδακότων, ἀλλ' ἀνὴρ πᾶσαν μὲν ἠσκημένος παιδείαν, τῇ δὲ παλαιᾷ τῶν φιλοσόφων ἐξαπάτῃ δουλεύων· οὗτος ἔφη, πρῶτον μέν, οὐκ εἶναι τοὺς χρῶν τας θεούς, ἀλλὰ δαίμονας, ἔπειτα δέ, τοὺς τούτων νεωκόρους καὶ ὑπὸ τούτων κατειλημμένους καὶ ἀναβεβακχευμένους ἐπὶ μι σθῷ χρησμολογεῖν, προλέγειν δὲ οὐδὲν ἀληθές, ἀλλὰ καὶ περὶ τούτων, ὧν τὸν ἀτμὸν καὶ τὴν ἐπίπνοιαν ἔχειν νεανιεύονται, πολλὰ δεινὰ καὶ χαλεπὰ προαγγέλλειν, οὐ μόνον ἄτας καὶ πλά νας, ἀλλὰ καὶ θανάτους ἀνθρώποις παραπλησίως, καὶ τὰ ἔπη δὲ οὐκ ἔκ τινος θειασμοῦ καὶ κατακωχῆς λέγειν, ἀλλ' ἐκ τῆς Ἐμ 10.8 πεδοκλέους συλῶντας ποιήσεως. Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· λέγει γάρ· "Καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω, καθ' Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοί, νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρο λογίαι πρὸς ἱεροῖς, μανίαι τε