89
πάντων ὑμῶν λέγω, οἶδα οὓς ἐξελεξάμην· ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὑτοῦ· ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι." Τοῦ Κυρίου τοίνυν λέγοντος, "Ἵνα ἡ Γραφὴ πληρωθῇ," καὶ δεικνύντος τὸν παρόντα ψαλμὸν αὐτῷ καὶ οὐκ ἄλλῳ τῳ προσήκοντα, θρασὺ νομίζω καὶ τολμηρὸν, ἄλλην αὐτῷ καὶ μὴ προσ ήκουσαν ὑπόθεσιν διαπλάσαι. βʹ. "Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα." Τὸ καὶ πένητα ἐν ἐνίοις εὗρον ἀντιγράφοις· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τῷ Σύρῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Πτωχὸν μέν τοι καλεῖ τὸν τῶν ὅλων Κύριον. "ἐπειδὴ πλούσιος" ὢν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, "δι' ἡμᾶς ἐπτώ χευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσω μεν." Καὶ "Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπα γμὸν ἡγήσατο εἶναι ἶσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών." Καὶ ὁρατῶν καὶ ἀοράτων δεσπόζων, οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ γεννηθεὶς ἐκ Παρθένου, διὰ σπάνιν κλίνης ἐπὶ φάτνης ἐτέθη. Μακαρίζει τοίνυν ὁ προφητικὸς λό γος τὸν ταύτην συνιέναι τὴν πτωχείαν δυνάμενον, καὶ εἰς δύναμιν ἀνυμνῆσαι προθυμούμενον τὸν ταύτην ἀναδεξάμενον· εἶτα δείκνυσι τοῦ μακαρισμοῦ τοὺς καρ 80.1164 πούς. "Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος." Τὴν δὲ πονηρὰν ἡμέραν, κακώσεως ἡμέραν ὁ Σύμ μαχος εἴρηκεν. Αἰνίττεται δὲ, ὡς οἶμαι, τὴν τῆς κρίσεως ἡμέραν, φοβερὰν οὖσαν, καὶ τῶν παρανοή μων κακωτικήν· καὶ ὑπισχνεῖται τὴν εἱλικρινῆ γνῶσιν τῆς πτωχείας ἐκείνης τῶν τῆς φοβερᾶς αὐτὸν ἡμέρας ἀπαλλάξαι κακῶν. γʹ. "Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ πα ραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ." Οὐ μόνον δὲ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσει, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον τῆς θείας τεύξεται προμηθείας, περιφανής τε γενόμενος καὶ περίβλε πτος, καὶ τὰς τῶν δυσμενῶν διαφεύγων ἐπιβουλάς. Καὶ ἐπειδὴ τὸν φθαρτὸν ἔχοντα σῶμα εἰκὸς καὶ νόσῳ περιπεσεῖν, ὑπισχνεῖται καὶ τὴν ταύτης ἀπαλλαγήν. δʹ. "Κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ." Πάσης αὐτὸν, φησὶν, ἀπαλλά ξει τῆς ἀῤῥωστίας, καὶ εἰς ὑγίειαν τὴν νόσον μεταβαλεῖ. Τὸ γὰρ, "ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ τὴν κοίτην," ἀντὶ τοῦ μετέβαλες τέθεικεν Οὕτω τοῦ συνιέντος τὴν ἀξιάγαστον ἐκείνην πτωχείαν τὰς ἀντιδόσεις διεξελθὼν, ὑποδείκνυσιν ἡμῖν, τίς ὁ ταύτην ἐσχηκὼς, καὶ πῶς αὐτὴν μετελήλυθεν, αὐτὸν εἰσάγων διδάσκοντα, καὶ τὰ καθ' ἑαυτὸν διηγούμενον. εʹ. "Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι." Ἐγὼ δέ εἰμι, φησὶν, ὁ πτωχὸς, ὁ τὴν ἑκούσιον πτωχείαν ἀναδεξά μενος, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὰ τῶν ἀνθρώπων οἰκειούμενος πάθη, ὁ ἁμαρτίαν μὲν μὴ πεποιηκὼς, τὴν δὲ ὑπὲρ τῆς ἀνθρωπείας φύσεως, ὡς ἀπαρχὴ τῆς φύσεως, εἰσφέ ρων παράκλησιν. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς ὁ Σύμμαχος οὐκ εἶπεν, "ὅτι ἥμαρτόν σοι," ἀλλὰ, καὶ εἰ ἥμαρτόν σοι. ʹ. "Οἱ ἐχθροί μου εἶπον κακά μοι, πότε ἀποθα νεῖται, καὶ ἀπολεῖται ὄνομα αὐτοῦ;" Ἐχθροὺς τοὺς Ἰουδαίους καλεῖ, βασκαίνοντας καὶ τὸν θάνα τον καττύοντας. Τοῦτο δὲ καὶ ἡ τῶν ἱερῶν Εὐαγ γελίων ἱστορία διδάσκει· "Καὶ συμβούλιον γὰρ, φησὶν, ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν." Ἐντεῦθεν ἐπὶ τὸν Ἰούδαν μεταφέρει τὴν πρόῤῥησιν. ζʹ. "Καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν· μάτην ἐλάλει 80.1165 ἡ καρδία αὐτοῦ· συνήγαγεν ἀνομίαν ἑαυτῷ· ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει." Οὕτω δὲ καὶ οἱ θεῖοι ἡμᾶς διδάσκουσιν εὐαγγελισταὶ, ὅτι τοῖς μὲν Ἰουδαίοις εἶπε· "Τί μοι δίδοτε, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω;" ἐζήτει δὲ καιρὸν, ὥστε παραδοῦναι αὐτόν. Ταῦτα καὶ ἡ πρόῤῥησις λέγει, "Καὶ εἰσ επορεύετο τοῦ ἰδεῖν μάτην· ἐξεπορεύετο ἔξω καὶ ἐλάλει." Εἰσιὼν γὰρ καὶ ἐξιὼν συνετύρευεν ἐκείνοις τὸν θάνατον· εἶτα τὴν κακὴν αὐτῶν συμφωνίαν προλέγει. ηʹ, θʹ. Ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ, ἐλογίζοντο κακά μοι. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ." Τούτοις δὲ μαρτυρεῖ τῶν πραγμάτων τὸ τέλος. Ἡσυχῆ γὰρ πρὸς ἀλλήλους διαλεγόμενοι, τῆς