89
ὑπὲρ ἀληθείας, ὁ τῆς ὀρθοδοξίας στῦλος καὶ τὸ τῆς ἐκκλησίας ἑδραίωμα. ὁποῖος δὲ ὁ χῶρος καὶ ἡ ὑποδεξαμένη σε ἑστία, οἵ τε κτήτορες, ἐνστρέφεται ἡμῶν ἐν τῇ κατὰ νοῦν θεωρίᾳ ποικίλαις μορφαῖς διαζωγραφούμενα, μήπως δύσχρηστα· ὅλως ὁποῖά ποτ' ἂν εἶεν, οἶδ' ὅτι ἐνέγκοι ἡ θεοφιλία σου, ἐνειθισμένη ταλαιπωρεῖσθαι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις. Περὶ γὰρ ἡμῶν τῶν ἁμαρτωλῶν οὐδέν τι καινότερον τῶν προεγνωσμένων σοι ἢ ὅτι λόγος ἐρρύη μεθορίζεσθαι ἡμᾶς ἀλλαχοῦ πάλιν. τοῦ Κυρίου δὲ ἡ γῆ πάντως, ἐφ' ἣν ἂν παραρριφῶμεν, εἴπερ μὴ διαλείποις προσεύχεσθαι ἐν ἀγαθοῖς ἡμᾶς ἀναστρέφεσθαι διανοίᾳ καὶ καρδίᾳ καὶ ψυχῇ· ὁμολογοῦμεν γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι. τὰ δὲ τῆς αἱρέσεως αὔξει καθ' ἑκάστην κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ οἱονεὶ παφλάζει τῇ πυρᾷ τῶν βασάνων καὶ ἐξοριῶν, ἐνισταμένων χάριτι Χριστοῦ πλείστων ὅτι μάλιστα ἡγουμένων, ἐῶ λέγειν ὑποτακτιτῶν. καί γε ὁ ποτὲ διώκτης Χριστοῦ νῦν ὑπὲρ αὐτοῦ πάσχων, Ἰωσὴφ ὁ εὐλαβέστατος ἡγούμενος. ἴδε οὖν θεοῦ φιλανθρωπίαν, ἀδελφέ, πῶς σῴζειν ἐθέλει πάντας. ἀλλὰ ἄθρει πάλιν τὸν δόλιον ἐχθρόν· ἦρεν τὸν οὐδέποτε πιστόν, ἀλλὰ πολλαχῶς προδότην, Νεκτάριον τὸν ποτὲ ἡμέτερον, νῦν δὲ μετὰ τῶν ἀσεβῶν. καὶ τό γε σχετλιώτερον, ὅτι εἷς ἐστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων παρὰ τῶν καθηγουμένων τῆς ἔξω χώρας. μὴ οὖν θαυμάσῃς, ὦ ἄνθρωπε τοῦ θεοῦ, μηδὲ λυπήσῃ σε πολύ, ἐπεὶ οὐδὲ ἄλυπον πάντως τὸ ἐκ τοῦ κόλπου ἡμῶν ἐξελθεῖν τὸν ἄνομον· ἐπεὶ καὶ ἐξ ἀποστόλων Ἰούδας. εὕροιεν δὲ ἔλεος οἱ συναποθνῄσκοντές σοι πιστοὶ ἀδελφοὶ ἡμῶν, οὓς καὶ προσαγορεύω πλεῖστα, ἐξαιρέτως τὸν καλόν μου Ἄνθον, εἰ σύνεστι, καὶ τὸν φερώνυμον Ἀθανάσιόν μου. Οἱ σὺν ἐμοὶ μετ' αἰδοῦς κατασπάζονταί σου τὰ ἴχνη. 74 {1Εὐθυμίῳ Σάρδησ}1 Ἐμακρύνθη σου ἡ ὁσιότης ὑπὸ ἐξουσίας διὰ τὴν ἁπάντων ἐξουσίαν ἀφ' ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ' οὐ τῷ πνεύματι, ᾧ μᾶλλον ἑνοῦσθαι φίλον θεῷ· ἐπεὶ πολλοὶ τῶν σωματικῶς ἡνωμένων οὐ σὺν ἀλλήλοις διὰ τὴν τοῦ πνεύματος στέρησιν. ὥστε οὐδ' ἂν εἰς αὐτὰ τὰ τέρματα τῆς οἰκουμένης φιλονεικήσοι διάραι ἡμᾶς ὁ κρατῶν, χωρίσειεν ἀπ' ἀλλήλων, καὶ μάλιστα εὐδοκοῦντος θεοῦ γράμμασιν ὁρᾶν ἡμᾶς καὶ ὁμιλεῖν ἀλλήλοις. Οὗτος δή μοι ὁ πρῶτος λόγος. δεύτερος, ἡ ἐσχατιὰ εἰς ἣν περιωρίσθης, μέριμναν ἐμποιοῦσα τῆς διαφυλάξεώς σου διὰ τὴν ἐγγύθεν βαρβαρικὴν χώραν. πλὴν ἐν χειρὶ Κυρίου τὰ σά, ὅς σε περιέπων διαφυλάξειεν ἀπὸ παντὸς κακοῦ. τάχα δὲ βουλόμενος ὁ θεὸς διᾴττειν ὥσπερ τινὰς ἀστέρας τοὺς ἑαυτοῦ ἐκλεκτοὺς ἐν τῷ στερεώματι τῆς πίστεως ἄλλον ἀλλαχοῦ τῶν ὡς σὺ ἀνδρικῶν ἀνδρῶν διεπέμψατο, ὡς ἂν μὴ περὶ ἕνα χῶρον ἡ τῆς ὀρθοδοξίας λαμπηδὼν διαβαίνοι, πολλοὺς δὲ φωτίζοι τῶν ἀμυήτων. τοιγαροῦν ἀνάτειλον ὡς ὁ λαμπρὸς ἑωσφόρος τὰς ἡλιακάς σου διδασκαλίας καὶ δημιούργησον ἡμέραν σωτηρίας τοῖς νυκτομαχοῦσιν, ἢ καὶ ἐπίρρωσον τοὺς ἐκ φωτολειψίας ἀσθενοῦντας. γένοιο Παύλῳ σύνδεσμος, εἰ δ' οὖν, ἀλλὰ γὰρ Ἀθανασίῳ σύναθλος· ἐκ ∆ύσεως γὰρ αὐτῷ τὸ πολὺ κλέος. Οὕτως ἡμεῖς φιλοπαθοῦντες τῷ καλῷ πατρὶ υἱικῶς διαλεγόμεθα, τοὺς ἐν τῇ θεοφιλίᾳ σου ἱεροὺς σπινθῆρας ἀνασκαλεύειν πειρώμενοι, ὡς ἂν πλέον ὁ τῆς διδασκαλίας αὐτῆς πυρσὸς ἀναλάμψειεν. ἐπειδή, ὡς οἶσθα, νὺξ χαλεπὴ καὶ σκότος βαθύ, πολὺ τῆς κατ' Αἴγυπτον ἐνάτης πληγῆς ὀλεθριώτερον, συμφέρουσα καὶ συγχέουσα καὶ ζοφοῦσα οὐ σώματα, ἀλλὰ ψυχὰς αὐτὰς τὸ ἐλεεινότατον. βρέμει ὁ κρατῶν, ἀπειλαί, πληγαί, φυλακαί, κακώσεις, δοκιμασίαι, ἐξεγχελήσεις, κολακεῖαι, ἐξορίαι, πᾶν ὁτιοῦν εἶδος φόβου καὶ ἀπάτης. διαλάμπουσι δὲ καὶ κεκραταίωνται τίνες ἄλλοι ἢ οἱ καθ' ἡμᾶς Ναζιραῖοι, τὰ νεῦρα τῆς ἐκκλησίας, τὰ ἀκροθίνια τῆς ὁσιότητος, ὧν οὐκ ἄξιος ὁ κόσμος; σὺν πολλοῖς τοῖς ἀριθμουμένοις καὶ ὁ εὐλαβέστατος ἡγούμενος τῶν Κεραμέα· οὕτω γὰρ κλητέον τὸν τὴν ἧτταν ἀναμαχησάμενον. καὶ εὐλογητὸς Κύριος ὁ πολλοὺς ἔχων μάρτυρας ἐν τῷ νῦν διωγμῷ εἰς στηριγμὸν τῆς πίστεως τῆς ἀμωμήτου. Μὴ οὖν παρασιωπησάτω σου