89
εἴσοδον τοῦ παλατίου τὴν χαλκόστεγον, καὶ τὸν πόρτικον τῶν προτικτόρων καὶ τὸ ἕνατον τοῦ Αὐγουστέως. καὶ κατῆλθεν ὁ δῆμος εἰς τὸν Ἰουλιανοῦ, τὸν Σοφίας λέγω, λιμένα εἰς τὸν οἶκον Πρόβου ζητοῦντες ὅπλα καὶ κράζοντες "ἄλλον βασιλέα τῇ πόλει·" καὶ ἔβαλον πῦρ εἰς τὰ Πρόβου, καὶ κατηνέχθη ὁ οἶκος. καὶ ἦλθον καὶ ἔκαυσαν τὸ βαλανεῖον τοῦ Ἀλεξάνδρου καὶ τὸν ξενῶνα τῶν Σαμψὼν τὸν μέγαν, καὶ ἀπώλοντο οἱ ἄρρωστοι, καὶ τὴν μεγάλην ἐκκλησίαν σὺν τοῖς ἀμφοτέροις κίοσιν· καὶ πᾶσα ἐκ τετραέντου κατηνέχθη. ὁ δὲ βασιλεὺς φοβηθεὶς ἠθέλησε βαλεῖν εἰς δρόμωνα τὰ χρήματα καὶ ἐξελθεῖν ἐπὶ τὴν Θρᾴκην ἕως Ἡρακλείας, καταλείψας φυλάττειν τὸ παλάτιον τὸν στρατηλάτην Μοῦνδον μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ γ ἀνδρῶν καὶ Κωνσταντιόλου, καὶ τοὺς κουβικουλαρίους. 185 οἱ δὲ δῆμοι τοὺς νεκροὺς σύραντες ἔβαλον εἰς τὴν θάλασσαν, φονεύσαντες καὶ γυναῖκας πολλάς. φήμης δὲ γενομένης, ὅτι ὁ βασιλεὺς λαβὼν τὴν αὐγούσταν ἐξῆλθεν ἐν τῇ Θρᾴκῃ, ἀνηγόρευσαν βασιλέα Ὑπάτιον τὸν πατρίκιον, καὶ καθεζόμενος ἐν τῷ ἱππικῷ εὐφημεῖτο ὑπὸ τῶν δήμων καὶ ἤκουε τὰς ὑβριστικὰς φωνὰς τὰς πρὸς Ἰουστινιανὸν τὸν βασιλέα. ἦλθον δὲ καὶ ἀπὸ Φλακιανῶν νεώτεροι Πράσινοι σʹ λωρικάτοι ὑπολαμβάνοντες ἀνοῖξαι τὸ παλάτιον καὶ εἰσαγαγεῖν τὸν Ὑπάτιον. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ παρὰ τοῦ δήμου καὶ Ὑπατίου τολμηθέντα εἰσῆλθεν ἐν τῷ παλατίῳ καὶ ἀνῆλθεν ἐπὶ τὰ λεγόμενα Πούλπιτα ὄπισθεν τοῦ καθίσματος τοῦ ἱπποδρομίου εἰς τὸν τρίκλινον τὸν ἔχοντα τὰς χαλκᾶς θύρας, ἔχων μεθ' ἑαυτοῦ Μοῦνδον καὶ Κωνσταντίολον καὶ Βελισάριον καὶ ἄλλους συγκλητικοὺς καὶ ἐνόπλων στρατιωτῶν βοήθειαν καὶ κουβικουλαρίους καὶ σπαθαρίους. ἐξελθὼν δὲ Ναρσῆς ὁ κουβικουλάριος ὑπέσυρέ τινας ἐκ τοῦ Βενέτου μέρους ῥογεύσας χρήματα· καὶ ἤρξαντο κράζειν· "Ἰουστινιανὲ αὔγουστε, τούβικας. κύριε, σῶσον Ἰουστινιανὸν τὸν βασιλέα καὶ Θεοδώραν τὴν αὐγούσταν." τότε διχονοῆσαν τὸ πλῆθος, ὥρμησαν κατ' ἀλλήλων. καὶ ἐξελθόντες οἱ τοῦ παλατίου μετὰ τῆς αὐτῆς βοηθείας ἀπέσχισάν τινας αὐτῶν ἀπὸ τοῦ δήμου καὶ ὥρμησαν εἰς τὸ ἱπποδρόμιον, καὶ ὁ μὲν Ναρσῆς διὰ τῶν θυρῶν, ὁ δὲ υἱὸς Μούνδου διὰ τῆς σφενδόνης, ἄλλοι δὲ διὰ τοῦ μονοπάτου τοῦ καθίσματος εἰς τὸ πέλμα, καὶ ἤρξαντο κόπτειν τοὺς δήμους, οἱ μὲν τοξεύοντες, οἱ δὲ κατασφάζοντες, ὥστε μηδένα τῶν πολιτῶν ἢ Βενέτων ἢ Πρασίνων εὑρεθέντων ἐν τῷ ἱππικῷ σωθῆναι. ὁ δὲ Βελισάριος εἰσδραμὼν ἐπὶ τὸ κάθισμα τοῦ βασιλέως μετὰ σπαθαρίων, συλλαβόμενος Ὑπάτιον προσήγαγε τῷ βασιλεῖ, καὶ ἀπέθεντο αὐτὸν ἐν τῇ φυλακῇ. ἀπέθανον δὲ τῇ ἡμέρᾳ ἐκείνῃ χιλιάδες λεʹ ἀνδρῶν. καὶ οὐκέτι ἐφαίνετο δημότης πώποτε, ἀλλ' ἐγένετο ἡσυχία τῇ ἡμέρᾳ ἐκείνῃ. τῇ δὲ ἐπαύριον ἐσφάγησαν Ὑπάτιος καὶ Πομπήιος, ὁ ἀδελφὸς αὐτοῦ· καὶ ἐρρίφησαν τὰ σώματα αὐτῶν ἐν τῇ θαλάσσῃ, καὶ ἐδημεύθησαν οἱ οἶκοι αὐτῶν, μετὰ καὶ ἄλλων ιηʹ πατρικίων καὶ ἰλλουστρίων καὶ ὑπατικῶν δημευθέντων ὡς συνδρό186 μων Ὑπατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ ἡσύχασεν ἡ πόλις, καὶ οὐκ ἤχθη ἱππικὸν ἐπὶ ἱκανὸν χρόνον. Τῷ δ' αὐτῷ ἔτει γέγονε καὶ ἀστέρων δρόμος πολὺς ἀπὸ ἑσπέρας ἕως αὔγους· ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν, ὅτι οἱ ἀστέρες πίπτουσιν, καὶ οὐκ οἴδαμέν ποτε τοιοῦτον πρᾶγμα. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. ϛκεʹ. φκεʹ. ϛʹ. ηʹ. αʹ. ιγʹ. κβʹ. ιγʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Θεοδώρα, ἡ εὐσεβεστάτη αὐγούστα, ἐξῆλθεν εἰς τὰ θερμὰ τῶν Πυθίων θερμίσαι· καὶ συνεξῆλθον αὐτῇ ὅ τε πατρίκιος Μηνᾶς ὁ ἔπαρχος, καὶ ὁ πατρίκιος Ἡλίας, ὁ κόμης τῶν λαργιτιώνων, καὶ ἄλλοι πατρίκιοι καὶ οἱ κουβικουλάριοι καὶ σατράπαι, χιλιάδες τέσσαρες· καὶ πολλὰ ἐχαρίσατο ταῖς ἐκκλησίαις καὶ πτωχείοις καὶ τοῖς μοναστηρίοις. ϛκϛʹ. φκϛʹ. ζʹ. θʹ. βʹ. ιδʹ. κγʹ. ιδʹ. ζʹ. Τούτῳ τῷ ἔτει Πρίσκος ὕπατος ἀπὸ νοταρίων τοῦ βασιλέως, ἀγανακτηθεὶς ὑπὸ Θεοδώρας τῆς βασιλίσσης ἐδημεύθη καὶ διάκονος Κυζίκου ἐχειροτονήθη, κελεύσαντος τοῦ βασιλέως. Τῷ δ' αὐτῷ ἔτει γεγόνασιν Οὐανδαλικοὶ πόλεμοι, καὶ παρέλαβε Βελισάριος τὴν Ἀφρικήν. Οὐανδῆλοι,