1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

90

ἐφ' ἑαυτῶν καὶ ἥκιστα κατ' ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖζον καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον ξυμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος ἀπενόστησεν ἐς τὰ οἰκεῖα. 10 τούτων δὲ τοῖς στρατηγοῖς ἀπηγγελ μένων ἔμενον αἱ δυνάμεις ἐπὶ χρόνον συχνὸν πάμπαν ἀπόλεμοι, καὶ τὸ πρότερον αὐτομάτως γιγνόμενον τότε δὴ ὑπὸ ξυνθήκαις ἐβεβαιοῦτο. 164 {ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ Ε} 1. Οὕτω μὲν οὖν τὰ μεγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξυγκείμενον τὰ ὅπλα ἔθεντο καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τό γε ἐπ' ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. 2 ἐν τούτῳ δὲ οἱ Τζάνοι τὸ ἔθνος· οἰκοῦσι δὲ τὰ πρὸς νότον ἄνεμον τοῦ Εὐ ξείνου Πόντου, ὑπὸ Τραπεζοῦντα τὴν πόλιν· οὗτοι δὴ οὖν οἱ Τζάνοι, καίτοι ἐκ παλαιοῦ ὑπόσπονδοί τε καὶ κατήκοοι τῶν Ῥωμαίων γεγενη μένοι, ἀλλὰ τότε τὸ μέν τι αὐτῶν εἴχετο τῶν προτέρων καὶ ἀκολασταί νειν οὐ λίαν ἐγνώκει, οἱ δέ γε πολλοὶ παρέντες τὰ καθεστῶτα λῃστρι κώτερον ἐβιότευον καὶ καταθέοντες τὰ ἀμφὶ τὸν Πόντον χωρία τούς τε ἀγροὺς ἐλεηλάτουν καὶ τοὺς ὁδοιπόρους ἐσίνοντο· ἐπέβαινον δὲ καὶ Ἀρμενίας, ὅπῃ παρείκοι, καὶ ἁρπαγὰς ἐποιοῦντο καὶ οὐδὲν ὁτιοῦν ἐφρόνουν ἀλλοτριώτερον τῶν διαφανῶν πολεμίων. 3 τοιγάρτοι στέλλεται ἐπ' αὐτοὺς Θεόδωρος, ὁ σφῶν μὲν ὁμόφυλος, τὰ δὲ πρωτεῖα φερόμενος ἐν τοῖς Ῥωμαϊκοῖς ταξιάρχοις· πολλάκις δέ, οἶμαι, τούτου καὶ πρότερον ἐπεμνήσθην. ἅτε γὰρ τῆς οἰκείας χώρας δαημονέστατος καὶ ὅθεν ἐμβάλλειν ἄριστα ἤμελλε, καὶ ὅποι ἐναυλίσασθαι, καὶ ὅπως τοὺς δυσμενεῖς ἀνιχνεῦσαι, ἐς τὸ ἀκριβὲς ἐπιστάμενος, εἰκότως ἄρα ἐκεῖνος, ἐκ βασιλέως αὐτῷ προστεταγμένον, ἐπὶ τήνδε τὴν πρᾶξιν ἐχώρει. 4 ἄρας δὴ οὖν ἐκ τῆς Κολχίδος γῆς ξὺν ἀποχρώσῃ στρατιᾷ καὶ τὰ ἐκτὸς Φάσιδος ποταμοῦ παραμειψάμενος ὅρια ἐπὶ δυόμενον ἥλιον αὐτίκα ἐς τὰ ἐνδότατα τῆς τότε πολεμίας ἐφοίτα. στρατοπεδευσάμενος δὲ ἀμφὶ Θεοδωριάδα τὴν πόλιν καὶ τὸ Ῥίζαιον καλούμενον αὐτοῦ τε χαράκωμα τῷ στρατῷ περιβαλόμενος, τὸ μὲν ἠρεμοῦν ἔτι καὶ φίλον καὶ οὔπω παρατετραμμένον μετακαλούμενος δώροις τε ἐφιλοφρονεῖτο καὶ ὑπερ αγάμενος ἦν τῆς εὐβουλίας, τοὺς δὲ ἀποστάντας ἀνέδην καὶ παρασπον 165 δήσαντας τίσασθαι ὡς τάχιστα τῷ πολέμῳ παρεσκευάζετο. 5 ἀλλ' ἐκεῖνοι οὐδέν τι μελλήσαντες προεπῄεσαν τῷ ἐρύματι, καὶ δὴ ἐπὶ λόφῳ τινὶ ἀγχοῦ που ὑπερανέχοντι ἐς πλῆθος ξυναγερθέντες κατηκόντιζον τῶν Ῥωμαίων ἐξ ὑπερδεξίων καὶ κατετόξευον, ὡς ἅπαν τὸ στράτευ μα διαταραχθῆναι τῷ ἀδοκήτῳ τῆς τόλμης. 6 πολλοὶ δὲ ὅμως ὑπεκ βάντες ἀντεπεφέροντο μὲν προθυμότατα τοῖς ἐναντίοις, οὐ μὴν ἐν τάξει ἐχώρουν οὐδὲ ἀνέμενον, ὅπως αὐτοὺς ἐς τὸ χθαμαλὸν τοῦ πεδίου ἐκκα λέσοιντο· ἀλλ' ὀργῇ ἐχόμενοι καὶ ἀκοσμίᾳ ἐγκαρσίους πως τὰς ἀσπίδας ὑπὲρ τὰς κεφαλὰς προεβέβληντο, ἠρέμα ὑποκεκυφότες, καὶ πρὸς τὸ ἄναντες ἐπειρῶντο ἀναρριχᾶσθαι. 7 οἱ δὲ Τζάνοι θαμὰ βάλλοντες ἐκ τοῦ μετεώρου δόρασί τε καὶ πέτραις κυλινδουμέναις ῥᾳδίως αὐτοὺς ἀπεκρούσαντο καὶ ἐπεκδραμόντες μέχρι μὲν τεσσαράκοντα ἀνδρῶν ἔκτειναν, τοὺς δὲ ἄλλους ἐς φυγὴν ἔτρεψαν ἀκλεεστάτην. 8 ἀρθέντες δὲ οἱ βάρβαροι τῷ παραλόγῳ τοῦ προτερήματος ἐν χρῷ τῷ στρατοπέδῳ ἐπέλαζον· ἐνταῦθά τε μάχη ξυνέστη καρτερά, τῶν μὲν εἴσω παρελθεῖν ἱεμένων καὶ ἅπαντας ἀναρπάσασθαι, τῶν δὲ Ῥωμαίων αἰσχρὸν εἶναι ἡγουμένων, οὐ μόνον εἰ μὴ θᾶττον ἀπελάσαιεν τοὺς πολεμίους, ἀλλ' εἰ καὶ μὴ ἄρδην αὐτοὺς διαφθείρωσιν. ὠθούμενοί τε ἑκάτεροι ἀλλήλους καὶ ἀντερείδοντες καὶ ταῖς χερσὶ συμπλεκόμενοι οὐδὲν ὅ τι ἀνίεσαν εὐψυχίας· ἀλλ' ἦν οὕτω ἐπὶ πλεῖστον τὰ τοῦ ἀγῶνος ἀγχώμαλα πατάγου τε πολλοῦ καὶ βοῆς συμμίκτου ἀνάπλεα καὶ οὔπω διακεκριμένα. 2. Θεόδωρος δὲ ὁ τῶν Ῥωμαίων ταξίαρχος ὁρῶν τοὺς δυσμενεῖς ἀστρατηγήτους τε ὄντας καὶ οὐ μάλα ἐν τῷ ἀσφαλεῖ παραταττομένους οὐδὲ