1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

90

τῆς μοναρχικῆς δυναστείας ἐχόμενος πρὸς τοῖς ἕνδεκα τοῖς προτέροις, ὡς τεσσαράκοντα πρὸς τῷ ἑνὶ τοὺς ξύμπαντας καθεστάναι, ὁπόσους ἐν αὐτῇ ἐπεβίω. 160

29. Τὸ μὲν οὖν ἀκριβὲς τῶν ἐπ' αὐτῷ πρότερόν τε καὶ ὕστερον συμπεσόντων ἤδη τοῖς πάλαι σοφοῖς ἐν ἱστορίας διεκπεπόνηται τρόπῳ· ὃ δὲ τοῖς μὲν προτέροις παρεῖται, ἄξιον δὲ οἶμαι γιγνώσκειν καὶ ἐπιση μήνασθαι, καλὸν ἂν εἴη προσθεῖναι. 2 θαυμάσειε γὰρ ἄν τις, ὅτι δὴ κατ' ἐκεῖνο τοῦ καιροῦ παρά τε Ῥωμαίοις καὶ Πέρσαις παραπλήσια ἄττα συνελθεῖν ξυνέβη, ὥσπερ αὐτομάτως ἐν ἑκατέρᾳ πολιτείᾳ κατὰ τῶν κρατούντων ἐναντίας τινὸς περιφορᾶς ἐνσκηψάσης. ἐλαχίστου γὰρ ἔμπροσθεν χρόνου καὶ Ζήνων ὁ Ῥωμαίων βασιλεὺς ὁ Ἴσαυρος, ὃς δὴ πρώην Ταρασισκωδίσεος ἐπωνομάζετο, ὑπὸ Ἰλλοῦ τε καὶ Βασιλίσκου καὶ Κόνωνος ἐπιβουλευθείς, συνεργούσης ἐς τὰ μάλιστα καὶ Βηρίνης, ἐκπέπτωκε τῆς ἀρχῆς καὶ ἐξελήλαται καὶ μόλις ἐς τὴν Ἰσαυρίαν ἀπεσώθη· πλὴν ἀλλ' ἐπανῆκεν αὖθις ἐς τὰ βασίλεια καὶ Βασιλίσκον τὸν τυραν νήσαντα οὐ πλέον ἢ ἔτεσι δύο καθελὼν καὶ τοῦ σχήματος ἀφελόμενος διετέλει πάλιν ἐχόμενος τῆς ἀρχῆς καὶ πάντα διατάττων, οὐκ ἐπὶ πλεῖ στον μὲν χρόνον, ἐν αὐτῇ δὲ ὅμως ἀπεβίω. 3 κατὰ ταὐτὸν δὲ καὶ Νέπως ὁ τῆς Ἑσπέρας βασιλεὺς ὁμοίαις ἢ καὶ μείζοσιν ὡμίλησε συμφοραῖς. ὑπὸ γὰρ Ὀρέστου φενακισθεὶς πέφευγεν ἐκ τῆς Ἰταλίας, ἀποβεβληκὼς μὲν τὴν ἁλουργίδα, οὐκέτι δὲ αὐτὴν ἀντανείλετο, ἀλλ' ἐν ἰδιώταις τε λῶν διεφθάρη. 4 οὕτως ἄρα ἐν τῷ τότε μεταβολὰς παραλόγους κατὰ τῶν κρατίστων δυνάμεων συνελθεῖν ξυνηνέχθη. ζητούντων μὲν οὖν τὴν τούτων αἰτίαν οἱ τὰς τῶν ἀδήλων ἀνιχνεύειν ἀρχὰς εἰθισμένοι καὶ λεγέτωσαν ὁποίας καὶ βούλοιντο, ἐμοὶ δὲ τῆς προτέρας ἐκδρομῆς καὶ αὖθις μεταληπτέον. 5 τεθνηκότος γὰρ τοῦ Καβάδου κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ παρὰ Ῥωμαίοις βασιλείας Χοσρόης ὁ πάνυ ὁ καθ' ἡμᾶς διαδέχεται τὴν πατρῴαν ἀρχήν, καὶ πέπραχε πλεῖστα ὅσα καὶ μέγιστα, ὧν ἔνια μὲν Προκοπίῳ τῷ ῥήτορι προαναγέγραπται, τῶν δὲ λοιπῶν ἐμοί γε τὰ μὲν εἴρηται ἤδη, τὰ δὲ ἀκολούθως εἰρήσεται. 6 ὡς ἂν δὲ τὸ ξυνεχὲς τῶν χρόνων τελεώτατα διαφυλαχθείη, τοσοῦτον ἐρῶ πρὸς τὸ παρόν, ὡς ἐς ὀκτώ τε καὶ τεσσαράκοντα ἐνιαυτοὺς τοῦ κράτους 161 ἐχόμενος πολλὰς ἀνεδήσατο νίκας, καὶ γέγονεν ὁποῖος οὔπω πρότερον ἄλλος τῶν παρὰ Πέρσαις βεβασιλευκότων ἀναδέδεικται, εἴ γε τῷ παντὶ ἐκάστῳ συγκρίνοιτο, οὐδὲ εἰ Κῦρον εἴποι τις ἂν τὸν Καμβύσου οὐδὲ ∆αρεῖον τὸν Ὑστάσπεω, οὐδὲ μὴν Ξέρξην ἐκεῖνον, τὸν ἱππήλατον μὲν δεικνύντα τὴν θάλατταν, ἐν δὲ τοῖς ὄρεσι ναυτιλλόμενον. 7 πλὴν ἀλλὰ τοιοῦτός γε ὤν, ἀκλεής γε αὐτῷ ἡ τοῦ βίου καταστροφὴ γέγονε καὶ οἰκτρὰ καὶ τῶν φθασάντων ἀλλοτριωτάτη. ἐτύγχανε μὲν γὰρ ἐν τῷ τότε ἀμφὶ τὰ Καρδούχια ὄρη ἐς κώμην Θαμανῶν διὰ τὴν τοῦ θέρους ὥραν καὶ τὴν τῶν τόπων εὐκρασίαν μεταβάς τε καὶ ἐνδιαιτώμενος. 8 Μαυρίκιος δὲ ὁ Παύλου, ὑπὸ Τιβερίου Κωνσταντίνου τοῦ Ῥωμαίων βασιλέως ἄρχειν τῶν κατὰ τὴν ἕω ταγμάτων προστεταγμένος, ἐσέβαλεν ἀθρόον ἐς τὴν Ἀρξιανηνὴν χώραν, πρόσοικον οὖσαν τῇ τῆς κώμης περιοικίδι καὶ ἀγχιτέρμονα· καὶ δῆτα οὐκ ἀνίει δῃῶν ἅπασαν ἀφειδῶς καὶ ληϊζόμενος. περαιωθεὶς δὲ τὰ ῥεῖθρα τοῦ Ζίρμα ποταμοῦ ἀνὰ τὰ πρόσω ἔτι ἐχώρει καὶ τὰ ἐν ποσὶν ἐλεηλάτει καὶ ἐνεπίμπρα. 9 οὕτω δὲ αὐτοῦ ἄρδην ἅπαντα καταστρεφομένου καὶ ξυγκυκῶντος ὁ Χοσρόης, (οὐ πόρρω γὰρ ἦν, ἀλλ' ὅσον ἀρθεῖσαν ἤδη θεᾶσθαι τὴν φλόγα) οὐκ ἤνεγκε τὴν ὄψιν τοῦ πολεμίου πυρός, ἐπεὶ μήπω πρότερον ἑωράκει. τοιγάρτοι αἰδοῖ τε καὶ δέει καταπεπληγμένος οὔτε ἀντεξῄει οὔτε ἠμύνετο· ἀλλὰ τοῖς προσπεσοῦσι πέρα τοῦ μετρίου περιαλγήσας καὶ οἷον ἀπειρηκὼς ταῖς ἐλπίσιν αὐτίκα νόσῳ ἥλω ὑπὸ δυσθυμίας δεινῇ τε καὶ ἀνηκέστῳ. 10 καὶ τοίνυν φοράδην ἀχθεὶς μετὰ τάχους πολλοῦ εἰς τὰ ἐν Σελευκείᾳ καὶ Κτησιφῶντι βασίλεια καὶ φυγὴν τὴν ἀναχώρησιν ποιησάμενος οὐκ ἐς μακρὰν καταλύει τὸν βίον.