1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

90

«Ἠ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἔπηξας δέ με ἶσα τυρῷ; ∆έρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας, ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα· ταῦτα ἔχων ἐν ἐμαυτῷ, οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.» Λέγει δὲ καὶ ὁ θεοφιλὴς ∆αυὶδ τῷ Θεῷ· «Aἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με.» Καὶ πάλιν· «Σὺ ἔγνως τὸ πλάσμα ἡμῶν.» Καὶ ἑξῆς· «Σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου· ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.» Ἀλλὰ καὶ ὁ Ἡσαΐας λέγει προσευχόμενος αὐτῷ, ὅτι «Ἡμεῖς ὁ πηλὸς καὶ σὺ ὁ πλάστης ἡμῶν.» Eἰ τοίνυν αὐτοῦ δημιούργημα ὁ ἄνθρωπος διὰ Χριστοῦ γενόμενος, πάντως ὅτι καὶ θανὼν δι' αὐτοῦ ἀναστήσεται ἐπὶ τῷ ἢ στεφανωθῆναι ἐπὶ τοῖς κατορθώμασιν ἢ κολασθῆναι ἐπὶ τοῖς πλημμελήμασιν. Eἰ δὲ δικαιοσύνῃ κρίνει ὡς νομο θέτης, ὥσπερ κολάζει τοὺς ἀσεβεῖς, οὕτως εὐεργετῶν σóζει τοὺς πιστοὺς καὶ τοὺς δι' αὐτὸν ὑπ' ἀνθρώπων σφαγέντας ἁγίους, τοὺς μὲν ὡς ἄστρα φαιδρύνων, τοὺς δὲ ὡς φωστῆρας λαμπρύνων, καθὼς ὁ Γαβριὴλ τῷ ∆ανιὴλ ἔλεγεν. Μαθη ταὶ οὖν Χριστοῦ πάντες ὑπάρχοντες οἱ πιστοί, πιστεύωμεν αὐτοῦ ταῖς ἐπαγγελίαις· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος. Λέγει δὲ καὶ ὁ μακάριος προφήτης ∆αυὶδ ὅτι «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.» Ὁ γὰρ ἐκ παρθένου ἑαυτῷ κατασκευάσας σῶμα, οὗτος καὶ τῶν ἄλλων ἀνθρώπων δημιουργός ἐστιν, καὶ ὁ ἑαυτὸν ἀναστήσας ἐκ τῶν νεκρῶν, αὐτὸς καὶ πάντας τοὺς κειμένους ἀναστήσει. Ὁ τὸν πυρὸν ἐξ ἑνὸς κόκκου πολύχουν ἐκ γῆς ἀνιστῶν, ὁ τὸ ἐκκοπὲν δένδρον εἰς ·άδαμνον ἀναθάλλων, ὁ τὴν Ἀαρὼν ῥάβδον ξηρὰν οὖσαν ἐκφύσας εἰς βλαστόν, αὐτὸς καὶ ἡμᾶς ἐγερεῖ ἐν δόξῃ. Ὁ τὸν παρα λυτικὸν σῶον ἀνεγείρας καὶ τὸν ἐξηραμμένην ἔχοντα τὴν χεῖρα ἰασάμενος καὶ τὸ λεῖπον μέρος ἐν τῷ ἐκ γενετῆς πηρῷ ἐκ γῆς καὶ σιέλου ἀποδούς, ὁ αὐτὸς καὶ ἡμᾶς ἀνεγερεῖ. Ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίους κορέσας καὶ περισσεύσας δώδεκα κοφίνους, καὶ ἐξ ὕδατος οἶνον μεταποιήσας καὶ ἐκ στόματος ἰχθύος στατῆρα δι' ἐμοῦ Πέτρου τοῖς ἀπαιτοῦσι κῆνσον ἀποστείλας, ὁ αὐτὸς καὶ τοὺς νεκροὺς ἀνεγερεῖ. Ταῦτα γὰρ ἅπαντα ἡμεῖς περὶ αὐτοῦ μαρτυροῦμεν, τὰ δὲ ἄλλα οἷ προφῆται. Ἡμεῖς οἱ συμφαγόντες αὐτῷ καὶ συμπιόντες, καὶ