Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
καὶ ἀληθῶς, μίμημά πώς ἐστι καὶ σκιὰ θανάτου. Ἀλλὰ τοῖς ἐκεῖνα νενοσηκόσι φῶς ἐπέλαμψε, μετὰ τὸ παρὰ Χριστοῦ δηλονότι, καὶ τὸ θέσπισμα τὸ εὐαγγελικόν. Ἐκεῖθεν γέγονε τὸ πλεῖστον τοῦ λαοῦ, ὃν κατήγαγες ἐν τῇ εὐφροσύνῃ σου. Πλείους γὰρ λίαν οἱ ἐξ ἐθνῶν κεκλημένοι παρὰ τοὺς πιστεύσαντας ἐξ Ἰσραήλ. Οὐκοῦν φῶς εἶδε, φησὶ, μέγα, τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Τὸ δὲ Κατήγαγες, ἀντὶ τοῦ, Ἀνεκα- λέσω, τέθεικεν, καὶ Ἐλυτρώσω, καθάπερ αἰχμαλώ- τους ἐκ πλεονεξίας διαβολικῆς γεγενημένους. "6Οὗτοι εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ· καὶ ὃν τρόπον οἱ διαιρούμενοι τὰ σκύλα."6 Νοήσομεν δὲ διχῆ τῶν προκειμένων τὴν δήλωσιν. Εἰ μὲν γὰρ εἶεν οἱ θεσπέσιοι μαθηταὶ οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ διαιρούμενοι σκύλα, φαμὲν ὅτι τοὺς ἐξ ἐθνῶν συλλέγοντες καθάπερ τινὰ σῖτον εἰς ἀπο- θήκην δεσποτικὴν, καὶ τῆς ἀρχαίας ἀποκείροντες πλάνης, εὐφραίνονται κατὰ τὸν ἶσον τρόπον τοῖς ἀμῶσιν ἐν ἀγροῖς, ἁρπάζοντες δὲ καθάπερ ἐκ τυραν- νικῆς πλεονεξίας τοὺς ἠπατημένους ὑπὸ τοῦ Σατανᾶ, καὶ μεθιστάντες διὰ τῆς πίστεως εἰς εὐσέβειαν, χαίρουσιν ὡς οἱ διαιρούμενοι τὰ σκύλα. Οἱ μὲν γὰρ τούτους, οἱ δὲ ἐκείνους ἔπειθον· καὶ ἑκάστῳ κέρδος οἱ σεσωσμένοι, καθάπερ τοῖς νενικηκόσι τὰ ἐκ τοῦ πολέμου σκύλα. Εἰ δὲ δὴ περὶ τῶν πεπιστευκότων εἰρῆ- σθαι λέγοι ταυτὶ, ἐννοήσωμεν, ὅτι κατὰ τὸν τοῦ πλανᾶσθαι καιρὸν, καρπὸν οὐδένα δικαιοσύνης ἔχοντες, πεπλουτήκασι τοῦτον πεπιστευκότες εἰς Χριστόν. Ἀλλὰ καὶ πάλαι πορθούμενοι καὶ διαρπαζόμενοι παρά τε τῶν δαιμονίων καὶ τοῦ Σατανᾶ, νενικήκασι διὰ Χριστοῦ, τοὺς πάλαι σκυλεύοντας, καὶ κρείττους γεγόνασι τῆς ἐκείνων σκαιότητος. Οὐκοῦν εὐφραίνονται καὶ αὐτοὶ, καθά φησιν ὁ προφήτης, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα. 9∆ιότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κεί- μενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.9 Ἐλευθέρους ὄντας τοὺς ἐπὶ τῆς γῆς, καὶ κατ' εἰκόνα τὴν θείαν εὖ μάλα πεποιημένους, ἐκτισμένους τε, καθά φησιν ὁ μακάριος Παῦλος, ἐπὶ ἔργοις ἀγα- θοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περι- πατήσωμεν, πεπλεονέκτηκεν οὐ μετρίως ὁ τῆς ἀνο- μίας εὑρετὴς, καὶ τῆς εἰς Θεὸν ἀποστήσας ἀγάπης, ἰδίους ἐποιήσατο προσκυνητὰς, δυσδιάφυκτον αὐτοῖς ἐπαρτήσας τὸν τῆς ἁμαρτίας ζυγόν. Πεπραχότας τοίνυν ἀθλίως, καὶ ἐν τούτοις ὄντας τοῖς κακοῖς, μάλιστα τοὺς ἐξ ἐθνῶν ἐῤῥύσατο Χριστὸς, καὶ πάλιν ἀπέφηνεν ἐλευθέρους. Ταύτῃ τοί φησιν· "6Ἀφαιρεθή- σεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥᾴβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν."6 Ῥάβδον δὲ οἶμαι, φησὶν, ἢ τὸ σκῆπτρον, τοῦτ' ἔστι, τὴν βασιλείαν, δῆλον δὲ ὅτι τὴν τοῦ Σατανᾶ, ἢ τάχα που τὴν ἀνάγκην, καὶ τὴν οἱονεὶ πληγήν τε καὶ μάστιγα. Συνέχει γὰρ ἡμᾶς εἰς τὸ οἰκεῖον θέλημα τὸ μιαρὸν καὶ βέβηλον τῶν δαιμο- νίων τὸ στίφος, καὶ ὁ τούτων ἡγούμενος ὁ Σατανᾶς, μονονουχὶ ῥάβδῳ καταπαίων ταῖς τῶν παθῶν δυνα- στείαις, ἃ ἐπιφέρει τῷ νῷ, καὶ καταβιάζεται τὴν καρδίαν εἰς τὸ δρᾷν ἐθέλειν ἃ μὴ θέμις. Ἀποσείσον- ται τοίνυν, φησὶ, τὸν ἐκ πλεονεξίας ζυγὸν, καὶ μὴν καὶ τὴν ῥᾴβδον, ἣν ἐσχήκασιν ἀεὶ κατὰ τοῦ τραχή- λου, καθάπερ οἰκέται ταῖς τοῦ δεσπότου πληγαῖς 70.252 ὑποκείμενοι. Μέμνηται δὲ πάλιν ἱστορίας κειμένης ἐν τῇ βίβλῳ τῶν Κριτῶν. Ἕστι δὲ αὕτη. Καταλελοι- πότες γὰρ τὸν τῶν ὅλων Θεὸν οἱ ἐξ Ἰσραὴλ ἐν ταῖς τῶν Κριτῶν ἡμέραις, ἐτράποντο πρὸς ἀνοσιότητα τρόπων, καὶ λελυπηκότες οὐ μετρίως τὸν ἐπαμύνοντα Θεὸν, εἰδώλοις προσκείμενοι, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσάγοντες λατρείας. Ταύτῃ τοι δέ- δονται τοῖς Μαδιηναίοις· οἳ πᾶσαν αὐτῶν κατεληΐ- ζοντο γῆν, πόλεις τε καὶ κώμας διαρπάζοντες, καὶ τὰ ἐν ἀγροῖς. Καὶ τοσοῦτον ἐνεποιήσαντο τοῖς ἀθλίοις τὸ δεῖμα, ὥστε καὶ πέτρας αὐτοὺς ἑλέσθαι κατοικεῖν, καὶ τὰ δύσβατα τῶν ὀρῶν, καὶ τὰς τῶν σπηλαίων περιεργάζεσθαι καταδύσεις, ἀγρίῳ τε καὶ μακρῷ καταθλίβεσθαι λιμῷ. Κεκμηκότας δὲ οὐ μετρίως ἠλέει Θεὸς, εἶτα