Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, κ.τ.λ. (I f. 201) Ἡμεῖς ἐσμεν πάντως οἱ τὸν τοιοῦτον λαχόντες μακαρισμόν· ὠνομάσμεθα γὰρ Χριστιανοί· 69.985 καὶ τοῦτό ἐστιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῖς εἰρημένοις, ματαιότητάς τε καὶ μανίας ψευδεῖς εἶναι λέγειν τὴν Ἑλληνικὴν λατρείαν, καὶ τὰ δοκοῦντα αὐτοῖς εἶναι τίμια, φημὶ δὴ μαντικὴν πᾶσαν, ἢ καὶ πάσας τὰς ἑτεροδιδασκαλίας, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Γέγραπται γοῦν περί τινων, ὅτι "Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν·" μανίαν δὲ τὴν μαντείαν φησίν. Τετολμήκασι γὰρ, φησὶ, τινὲς τῶν ἐξ Ἰσραὴλ τὰ ἀπὸ καρδίας αὐτῶν λαλεῖν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· καὶ πλεῖστοι γεγόνασι ψευδοπροφῆται παρ' αὐτοῖς. Ἀλλ' ἧν ἴσως φορητὸν, εἰ ἐν τοῖς τῶν εἰδώ λων τεμένεσι τετόλμητό τι τοιοῦτον· ἐπειδὴ δὲ ἐν αὐτῷ τῷ οἴκῳ Κυρίου γέγονε, πῶς οὐ παγχάλεπον εἴη ἄν; Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυ μάσιά σου, κ.τ.λ. (A f. 220, B f. 145 b, I f. 202. Κυρίλλου καὶ Θεοδωρήτου) Καθ' ἑτέραν δὲ διάνοιαν νοήσεις καὶ οὕτως· Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονομίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ταῦτα καὶ τοῖς ἑτέροις ἀπήγγειλα, ἡ δὲ ἀπαγγελία ὅλην διέδραμε τὴν ὑπ' οὐρανόν. Εὐφημοῦσι διὰ τούτων τὸν ὅλων Σωτῆρα Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἀληθὲς ὂν ἀπο φαίνουσιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν σεσωσμέ νοι, ὡς ἔλαβον ᾆσμα καινὸν, ὕμνον τε τὸν πρέποντα αὐτῷ. Ἰδοὺ γὰρ, ἰδοὺ πολλὰ πεποιῆσθαι παρ' αὐτοῦ φησι τὰ θαυμάσια, καὶ ἀριθμοῦ κρείττονα γενέσθαι τερατουργήματα, καὶ τὰ ὑπὸ τῆς αὐτοῦ προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ τοῦ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ καὶ τοὺς ἐξ αὐ τοῦ πατριάρχας, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι· ἀλλὰ τὸ νῦν γεγενημένον τούτων ἁπάντων θαυμασιώ τερον. Οὐ γὰρ ἑνὸς ἀνδρὸς, οὐδὲ ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἐπραγματεύσω τὴν σωτηρίαν· καὶ τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογικὴν λατρείαν νομοθετοῦσαν, δι' ἧς οἱ τυφλοὶ τὴν καρδίαν τὸ θεῖον καὶ νοητὸν εἰσεδέξαντο φῶς, ὀρθοποδεῖν ἔμαθον οἱ πάλαι χωλεύοντες, καὶ τρανὴ γέγονε γλῶσσα μογιλάλων, ὦτα κωφῶν ἤκουσαν, κατηργήθη θάνατος, ἐξῄρηται δὲ καὶ ἡ πάντων ἁμαρ τία, ἀνέλαμψεν ἀφθαρσίας ἡ χάρις· καὶ ταῦτα πάντα διώρθωται διὰ Χριστοῦ. Τοιγάρτοι φασὶν ὅτι πλεῖστα πεποίηκεν τὰ θαυμάσια. (Ibidem.) Τοῖς γε μὴν αὐτοῦ διαλογισμοῖς οὐκ ἔστι τίς ὁμοιωθήσεται. Τίνες δὲ ἄρα γεγόνασιν οἱ τοῦ Θεοῦ διαλογισμοὶ, καὶ τὸ ἐφ' ἡμῖν εὐτεχνές; Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, καὶ μεμένηκεν ὅπερ ἦν. Καὶ ποία τις ἧν τοῦ γενέσθαι καθ' ἡμᾶς ἡ πρό φασις, σαφηνιεῖ λέγων ὁ τῶν αὐτοῦ μυστηρίων ἱε ρουργός· "Ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος 69.88 ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας." Ταῦτα, φησὶν, ἀπήγ γειλα καὶ ἐλάλησα μαρτυρῶν, ὅτι παντός εἰσιν ἐπ έκεινα λόγου. Ταῦτα πεπραχότας εὑρίσκομεν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς. Καὶ γοῦν ὁ πάνσοφος Ἰωάννης πρὸς οἷς ἔφη τερατουργήμασι προσεπενεγκὼν εὑρίσκεται· "Ἔστι δὲ καὶ ἕτερα πολλὰ, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· καὶ μὴν ὅτι ἅτινα ἐὰν γράφηται, οὐδὲ αὐτὸν οἶμαι χωρήσειν τὸν κόσμον τὰ γραφόμενα βιβλία." Ἐπειδὴ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέ ρους προφητεύομεν· καὶ οὔτε τὰ εἰς Χριστὸν δόγ ματα, οὔτε τὰ θαύματα χωροῦμεν διηγήσασθαι· ἀλλὰ κἂν πολλὰ ὦσι τὰ λαληθέντα, πλεῖον τὸ περιτ τεῦον καὶ μὴ λαληθὲν εὑρίσκεται. Ὑπὲρ ἀριθμὸν γὰρ τὰ τοῦ Χριστοῦ, ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀρι θμητὰ, ἢ ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. (A f. 220 b, B f. 146, I f. 202 b) Προφητικῇ χάριτι στεφανούμενος ὁ τὸν προκείμενον συνθεὶς ψαλμὸν ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἑαυτοῦ λόγους