90
πολεμεῖν ἡμῖν καὶ πανταχόθεν ἑαυτῷ δύναμιν συναθροίζει καθ' ἡμῶν, ἐχρῆν διασκέπτεσθαι ἐπιπολὺ, μὴ, αὐτοῦ τῆς εἰρήνης ἐχομένου, ἡμεῖς δόξωμεν ἐξ ἀβουλίας πολέμου ἦρχθαι. ἐπεὶ δὲ τοῦτο ἐκ πολλῶν ἡμῖν γεγένηται καταφανὲς, καὶ οὐδ' αὐτὸς ἂν ἀρνήσαιτο βασιλεὺς, μὴ οὐκ αὐτὸς αἴτιος γεγενῆσθαι τοῦ νυνὶ πολέμου, ἀναγκαῖον καὶ ἡμᾶς ὅθεν ἄν τις ὠφέλεια ἥξει πράττειν.» βασιλεῖ δὲ καὶ αὐτῷ μὲν οὐκ ἐπιπλέον ἔτι ἐδόκει μέλλειν, ἀλλ' ἀπελθόντας παρασκευάζεσθαι πρὸς τὸν πόλεμον, παρῄνει δὲ μηδὲ τὴν τελευταίαν ἐλπίδα τῆς εἰρήνης 1.254 ἀπολιπεῖν, ἀλλ' αὐτοὺς πρὸς Βυζάντιον ἐλθόντας, δι' ἑαυτῶν τὴν εἰρήνην αἰτεῖν. κἂν μὲν αἰδεσθέντες καταλύσωσι τὸν πόλεμον, τὸ ζητούμενον ἠνῦσθαι· ἐὰν δὲ μὴ, θεὸν ἐπιμαρτυραμένους καὶ αὐτοὺς Βυζαντίους, ὡς παντὶ τρόπῳ τὴν εἰρήνην αἰτοῦντες ἀπωθοῦνται ὑπ' αὐτῶν, ἀναχωρεῖν. ὁ μέντοι μέγας δομέστικος «πρὸς μὲν Βυζάντιον» εἶπεν «ἐλευσόμεθα, καθάπερ ἐκέλευσας, βασιλεῦ· πάνυ δὲ θαυμάζω, ὅτι τοσαῦτα καὶ τοιαῦτα πρὸς τὸ μὴ καταλυθῆναι τὴν εἰρήνην πραγματευσαμένων ἡμῶν καὶ πλέον ἠνυκότων μηδὲν, τὴν αἰδῶ ἤλπισας μόνην τοῦτο ἄν ποτε δυνηθῆναι. συγγνώμη δ' ὅμως τοῦ λόγου, τοῖς ὑπὸ πυρετοῦ λαύρου κατεχομένοις πάσχοντι ταὐτόν. ἐκεῖνοί τε γὰρ ἀεὶ κρήνας διΐασι καὶ ποταμοὺς τῷ νῷ καὶ πάντα χρήματα ὕδωρ ἀναβλύζειν αὐτοῖς ἀξιοῦσι καὶ δυσχεραίνουσι τούτου μὴ γινομένου, καίτοι γε εἰδότες σαφῶς, ὡς ἀδύνατα ἀξιοῦσι· καὶ σοὶ τῆς εἰρήνης σφόδρα περικαῶς ἐχομένῳ, οὐδὲν θαυμαστὸν καὶ τὰ πάντη ἀνέφικτα ἡγεῖσθαι δυνατὰ, καὶ ἐξ ἀπόρων, τὸ λεγόμενον, πόρους ἐπινοεῖν. ἐγὼ δὲ ἄλλοις τε πολλοῖς ἀπηγόρευκα τὴν εἰρήνην καὶ τῷ ἐπὶ τοσαύταις ἡμέραις μηδὲν τὸν πατριάρχην σοὶ μεμηνυκέναι. ἔστι μὲν γὰρ ὑπονοεῖν διὰ τὸ τὰς τῆς πόλεως πύλας ἀσφαλῶς φρουρεῖσθαι, μηδ' αὐτῷ ἐξεῖναί τινα πέμψαι πρὸς ἡμᾶς· ἐμοὶ δὲ δοκεῖ οὐ διὰ τοῦτο μᾶλλον ἢ διὰ τὸ μὴ κακῶν ἄγγελος γενέσθαι ἀσπάσασθαι τὴν σιωπήν.» οἱ μὲν οὖν τοιαῦτα πρὸς ἀλλήλους βουλευόμενοι εἶπον. 1.255 ναʹ. Ὡς δὲ ἐδόκει πρῶτον εἰς Βυζάντιον ἐλθεῖν, ἄραντες ἐκ Ῥηγίου ἅμα τριακοσίοις καὶ χιλίοις λογάσιν, οὓς ἦγον, τὴν ἐς Βυζάντιον ἐπορεύοντο. μετὰ δὲ τὸ τὴν αὐτόθι γέφυραν διελθεῖν, παρὰ τῶν ἐν Βυζαντίῳ βασιλέως φίλων ἧκε γράμματα πρὸς βασιλέα, πάντα κατὰ μέρος διεξιόντα, ὅπως τε οἱ ἀφιγμένοι πρέσβεις οὐδ' ἐρωτήσεως πρὸς βασιλέως ἀξιωθεῖεν τοῦ πρεσβυτέρου, ὅσα τε δυσχεράνας ὁ πατριάρχης τούτου ἕνεκα εἴποι πρὸς βασιλέα καὶ ὧν τύχοι τῶν ἀποκρίσεων, καὶ τελευταῖον, ὡς αὐτός τε καὶ οἱ συμμετασχόντες αὐτῷ τῆς πρὸς βασιλέα ἀπολογίας εἱρχθεῖεν. τῷ μὲν οὖν πέμψαντι τὰ γράμματα βασιλεὺς διὰ τοῦ κεκομικότος τῆς εἰς αὐτὸν εὐνοίας ἀντέπεμπε χάριτας πολλὰς, τοῖς δὲ ἀμφ' αὐτὸν ἐκέλευε τὰ ὅπλα περιθέσθαι, νομίζων, οὐκ ἀσφαλὲς εἶναι οὐδ' ἐμπειρίας στρατιωτικῆς διὰ πολεμίας ἰόντας ἀφράκτους χωρεῖν· καὶ ὡπλίζοντο πάντες ᾗ προσετάχθησαν. ὡς δὲ πλησίον ἐγένοντο τῶν Βυζαντίου τειχῶν, τὴν στρατιὰν μὲν ἔστησε βασιλεὺς ἀπωτέρω· αὐτὸς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι καὶ στρατιώτας ἑτέρους τριάκοντα παραλαβὼν, ἦλθεν ἐγγὺς τειχῶν παρὰ τὴν τῆς Γυρολίμνης προσαγορευομένην πύλην. ἐφ' ὧν ἄλλοι τε ἦσαν ὡπλισμένοι πολλοὶ καὶ ἄρχων αὐτῶν ὁ τῆς βασιλικῆς τραπέζης δομέστικος Φωκᾶς ὁ Μαρούλης, ὃν αὐτὸς δι' ἑαυτοῦ προσηγόρευεν ὁ βασιλεύς. ὁ δ' ἀπεκρίνατο μὲν οὐδὲν, προσεκύνει δὲ μόνον σιγῇ. τό,τε γὰρ ὡς βασιλέα καὶ δεσπότην ἑαυτοῦ δέος οὐ μικρὸν ἐνεποίει προσαγορεῦσαι, τὴν ἐκ βασιλέως τοῦ πρεσβυ 1.256 τέρου βλάβην ὑφορωμένῳ, καὶ τὸ ὡς ἰδιώτῃ προσενεχθῆναι, οὐ μόνον ἰταμὸν δεινῶς, ἀλλὰ καὶ αὐτῷ μηδαμῶς προσῆκον, ἅτε πεπαιδευμένῳ περὶ τὰ τοιαῦτα ἱκανῶς. βασιλεὺς δὲ ἐκέλευεν αὐτὸν πρὸς βασιλέα τὸν πάππον ἐλθόντα ἀπαγγεῖλαι, ὡς «δεῖταί σου βασιλεὺς ὁ σὸς ἔγγονος ἢ αὐτὸν κελεῦσαι πρός σε ἐλθεῖν, ἢ εἰ τοῦτο δυσχερὲς, ἀλλὰ, τό γε δεύτερον, ἐν εὐεργεσίας μεγάλῳ μέρει ταύτην αὐτῷ χάριν καταθεῖναι, τὸ, ἐλθόντα αὐτὸν ἐπὶ τοῦ πύργου τουτουῒ, μικρὰ ἄττα διαλεχθῆναι πρὸς σὲ, ἢ εἰ μηδὲ τοῦτο δυνατὸν, τό γε