90
ἡμέραν ἑαυτοὺς τοῖς αρχουσι κεχρῆσθαι οπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. οταν δ' ἐπὶ θήραν ἐξῄει ὁ βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, οτι συγγενὴς αὐτοῖς ἐδόκει αυτη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ ειθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες αριστον πλεῖον μὲν τῶν παίδων, ταλλα δὲ ομοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν η θηρὸς ενεκα ἐπιμεῖναι η αλλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ ουν αριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο αμφω. τοῦτο δ' ἐποίουν ινα καν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. οψον δὲ ειχον ο αν ἐθήρασαν, εἰ δ' ου, τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς αλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος η τάχους εργα δημόσια. ἐπειδὰν δ' ἐπὶ τούτοις οἱ εφηβοι δέκα ετη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ανδρας, καὶ εκτοτε πέντε καὶ εικοσιν ουτω διῆγον ἐνιαυτούς. καὶ εἰ εδει στρατεύεσθαι, τόξα μὲν οὐκέτι εχοντες οὐδὲ παλτὰ ἐστρατεύοντο, τὰ δὲ ἀγχέμαχα οπλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν η κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαι ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εικοσι 1.227 διετέλεσαν ετη, ησαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν η πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι εξω τῆς ἑαυτῶν, μένοντες δ' οικοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ' ἐκεῖνοι εκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ην τις η ἐν ἐφήβοις η ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἱ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ' ἐκκριθεὶς ατιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ωφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα η κοιλίας ποιούμενον εκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον. Ταῦτα μὲν τὰ εθη τῶν Περσῶν καὶ τὰ νόμιμα· Κῦρος δὲ τούτοις τραφείς τε καὶ παιδευθείς, καὶ τὴν εφηβον ὑπερβὰς ἡλικίαν καὶ τοῖς ἀνδράσι καταλεγείς, ἐν απασιν εὐδοκίμησεν. ηδη δὲ τοῦ μητροπάτορος αὐτοῦ τοῦ τῶν Μήδων βασιλεύοντος ̓Αστυάγους τὴν ζωὴν μεταλλάξαντος ὁ παῖς ἐκείνου Κυαξάρης, ος καὶ ∆αρεῖος ὠνόμαστο, τὴν πατρικὴν ἀρχὴν διεδέξατο, τοῦ Κύρου τυγχάνων μητράδελφος. ̔Ο δὲ τῶν ̓Ασσυρίων κρατῶν, εἰς μέγα τῆς βασιλείας αὐξηθείσης αὐτῷ, καὶ αρχων μὲν τοῦ φύλου τῶν ̓Ασσυρίων οντος πολυπληθοῦς, ὑφ' ἑαυτὸν δὲ πεποιημένος τοὺς Αραβας, ὑπηκόους δὲ καὶ τοὺς ̔Υρκανίους κτησάμενος καὶ τοὺς Σύρους ὑποφόρους, τούς γε μὴν Βακτρίους πολιορκῶν καὶ τὸ τῶν ̔Εβραίων γένος ηδη καταστρεψάμενος, καὶ αλλα δὲ πλεῖστα 1.228 τῶν ἐθνῶν θέμενος ὑποχείρια, ῳετο, εἰ τοὺς Μήδους ἀσθενώσειε, πάντων γε τῶν πέριξ ῥᾷον κρατήσειν. ταῦτα δὲ διανοηθεὶς τούς τε ὑφ' ἑαυτὸν ἡτοίμαζεν, επεμψε δὲ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν καὶ πρὸς αμφω τοὺς Φρύγας, πρὸς Παφλαγόνας τε καὶ ̓Ινδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, αἰτῶν συμμαχήσειν αὐτῷ κατὰ Μήδων ὡρμημένῳ, ὡς καὶ αὐτοῖς τοῦ πολέμου συμφέροντος, δυνατὸν ειναι λέγων τὸ εθνος, ἐπιγαμίαν τε πρὸς Πέρσας πεποιημένον καὶ τὴν παρ' ἐκείνων προσκτήσασθαι ἀρωγήν, καὶ θάτερον συγκροτεῖσθαι παρὰ θατέρου, ωστε εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσει, ἑκάστῳ τῶν ἐθνῶν ἐπιόντας κρατήσειν αὐτῶν. ὁ μὲν ουν τοιούτους λόγους πρὸς εκαστον τῶν ἐθνῶν διεπέμπετο· τῶν δὲ τὰ μὲν τοῖς λόγοις τούτοις παρακινούμενα, τὰ δὲ καὶ χρήμασι καὶ δώροις ἀναπειθόμενα, ενια δὲ καὶ φόβῳ τοῦ ̓Ασσυρίου κρατούμενα συμμαχήσειν κατέθεντο. Κυαξάρης δὲ ταῦτα μαθὼν αὐτός τε