90
ἡ βασιλεία σου. βασιλεία καὶ ἡ παρουσία, ὡς τό· αρα εφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. ητοι ἡ ἐμὴ παρουσία, η ἡ τῶν προσόντων τῷ θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν μετάδοσις. ἡ τοῦ θεοῦ δὲ βασιλεία καὶ ἡ τῶν οὐρανῶν οὐ καθ' ὑπόστασιν διαφέρει, ἀλλὰ κατ' ἐπίνοιαν. ἐκπεφώνηται γὰρ ποτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος θεοῦ, ποτὲ δὲ ἀπὸ τῶν βασιλευόντων ἀγγέλων καὶ ἁγίων, οὐρανῶν δηλονότι καλουμένων. βασιλεία οὐρανῶν ἡ πάντων τῶν ὑπὸ θεοῦ γεγονότων γνῶσις. η ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν οντων ἀληθοῦς η ελλαμψις τοῦ ἁγίου πνεύματος ἐν ψυχῇ γινομένη. βασιλεία καὶ ἡ εννομος ἐπιστασία. Βαίτισ. πόλις κατὰ τὴν ̓Ιβηρίαν. Βαίτη. ἡ διφθέρα, ο ἐστι γοῦνα. Βαιτύκη. τὸ τύμπανον. Βαττολογία. ἡ πολυλογία. ἀπὸ Βάττου τινὸς μακροὺς στίχους ποιήσαντος εἰς τὰ ειδωλα. η βαττολογία ἐστὶν, οταν τὰ μὴ προσήκοντα αἰτῶμεν beta.375 παρὰ τοῦ θεοῦ, οιον δυναστείαν καὶ τὸ τῶν ἐχθρῶν περιγενέσθαι, καὶ χρημάτων περιουσίαν καὶ ἁπλῶς τὰ μηδὲν ἡμῖν διαφέροντα. Βαρείας χεῖρασ. ὑβριστικὰς, φονικὰς, οπλῳ βεβαρυμένας. σοὶ κοίλῃς περὶ νηυσὶ βαρείας χεῖρας ἐποίσει. παρὰ τὸ βίᾳ αιρεσθαι, ωσπερ καὶ τὸ βάρος. (Οὐδέτερον.) Βάγιον. μέγα. †Βάλιον. ποικίλον.† Βάθρον. θεμέλιον. Βαθυλήϊον. τὸ σιτοφόρον πεδίον. Βάθοσ. τὸ ἐπὶ τρία συνεχές. παρὰ τὸ μετὰ βίας θέειν. †Βάνδον. τὸ φλαμούλιον.† Βαθύσχοινον. ὑψηλὰς σχοίνους φέρον. Βάκτρον. ἡ ῥάβδος. Βακύλιον. κύμβαλον. Βαλέκ. δεσμωτήριον. Βαλανεῖον. τὸ λοῦτρον. τινὲς μὲν λέγουσι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας· οὐ λέγουσι δὲ καλῶς· εἰ γὰρ ην ἐκ τούτου, ωφειλε διὰ τοῦ ˉι γράφεσθαι. ἀλλ' εστιν εἰπεῖν, οτι παρὰ τὸ τὰς βαλάνους ανειν, ο ἐστι τὰς δρῦς καίειν· ουτω γὰρ καλοῦνται αἱ δρῦς καὶ αλλό τι φυτόν. τὴν ˉεˉι δίφθογγον διατί; τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εῖον γινόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται, οιον· κουρεὺς κουρεῖον. καὶ τὰ διὰ τοῦ ˉεˉιˉοˉν οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς τὸν τόνον εχοντα διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, οιον· μαγειρεῖον, πατριαρχεῖον, μυρεψεῖον, ἐπιbeta.376 σκοπεῖον· ουτως ουν καὶ τὸ βαλανεῖον. πρόκειται τὰ μονογενῆ, διὰ τὸ ἐναντίον· πρὸ μιᾶς τὸν τόνον εχοντα, διὰ τὸ αἰπόλιον· ταῦτα γὰρ διὰ τοῦ ˉι· ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τὸ παιδίον, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ˉι. ἰδοὺ γὰρ τὸ πτωχεῖον καὶ τὸ πρωτεῖον καὶ τὸ πορνεῖον καὶ τὸ δευτερεῖον διὰ διφθόγγου γράφεται· ἀπὸ γὰρ τῶν διὰ τοῦ εύω ἐστί. Βάμμα Κυζικηνόν. τὴν ἀκάθαρτον ἀσχημοσύνην λέγει. Βαιόν. ὀλίγον, μικρόν. παρὰ τὸ βῶ, τὸ βαίνω. Βάπτισμα. αφεσις ἁμαρτιῶν δι' υδατος καὶ πνεύματος· η ἑκούσιος συνταγὴ πρὸς τὸν θεὸν δευτέρου βίου· η ἀνάλυσις ψυχῆς ἐπὶ τὸ κρεῖττον· η λύσις δεσμοῦ ἐκ φιλανθρωπίας δεδωρημένη· η ἀνεκλόγιστος αφεσις ἁμαρτιῶν. Βάραθρον. ορυγμα· βάθος· χάσμα γῆς. Βάραθρα. κυρίως οἱ κοῖλοι τόποι, δι' ων οἱ ποταμοὶ καταπίνονται καὶ εἰσβαίνουσι. παρὰ τὸ βαίνω γίνεται βάτρον καὶ βάθρον καὶ κατὰ πλεονασμὸν βάραθρον, καὶ ἰακῶς βέρεθρον. η κατὰ ἀντίφρασιν τὸ αβατον. Βασσαρικά. πορνικά· βακχικά. Βάσιμα. πορεύσιμα, εὐεπίβατα. Βασίλειον ἱεράτευμα. τοὺς ὀρθοδόξους ἱερεῖς λέγει. Βατά. βάσιμα, πορεύσιμα, εὐεπίβατα. Βατράχειον. ειδος χρώματος. ἀπὸ τούτου καὶ βατραχὶς ἱμάτιον. Βακχέβαχον ᾳσαι. εὐφημῆσαι τὸν ∆ιόνυσον. beta.377 Βάθοσ. ὁ ̓Απόστολος, ὡς οιμαι, τὴν γεένναν ὀνομάζει· ουτε υψωμα ουτε βάθος. υψος δὲ τὴν βασιλείαν. καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον. ( ̔Ρῆμα.) Βαβάξαι. ὀρχήσασθαι. Βαγεύει. πλανητεύει. Βαδιῶ. περιπατήσω. ἐπὶ μέλλοντος. Βάδδομαι. ἀγαπῶ. Βαδίζου. ἀντὶ τοῦ βάδιζε. Βάζω. τὸ λέγω. παρὰ τὸ βοὴν βοάζω, ὡς σχολὴ σχολάζω, καὶ συγκοπῇ βάζω. Βαδελαγεῖ. ἀμέλγει. Βαθακῆσαι. ζῆσαι. Βαθυκομῶσα. ἐν βάθει εχουσα τοὺς ἀστάχυας η τὰς τρίχας. Βάσκ' ιθι. πορεύου· ερχου. Βακχεύοντεσ. μαινόμενοι, ἐξεστηκότες. Βακτηρεύειν. στηρίζεσθαι. Βακέω. τὸ μεθύσκομαι. καὶ βακχευτὴς, ὁ μεθυστής. γέγονε παρὰ τὸ βάκχος, ο σημαίνει τὸν οινον· τοῦτο δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, καὶ τὸ αχος· ὁ γὰρ εχων λύπην