τοῦτον δὲ ἔλεγον αἱμάτων χύσιν προσημαίνειν ἐν τῇ βασιλίδι. Alexand.4 Ὁ δὲ βασιλεὺς πλάνοις καὶ γόησιν ἐκδεδωκὼς ἑαυτὸν καὶ πυνθανόμενος περὶ τῆς ἑαυτοῦ βασιλείας, εἰ μακροχρόνιος ἔσεται, ὑπέσχοντο μακρόβιον αὐτὸν ἔσεσθαι, εἰ ὁ ἐν τῷ ἱππικῷ ἑστηκὼς σύαγρος ὁ χαλκοῦς, αἰδοῖα καὶ ὀδόντας μὴ ἔχων, προσλάβοι παρ' αὐτοῦ. στοιχεῖον γὰρ αὐτοῦ εἶναι τοῦτον προφανῶς· Λέοντι γὰρ ἀντιμάχεται τῷ αὐτοῦ, φασίν, ἀδελφῷ. οἷς πεισθεὶς ὁ ταῖς ἀληθείαις χοιρόβιος τὰ λείποντα μέρη τῷ χοίρῳ προσανενέωσε. τῇ τοιαύτῃ οὖν ἐχόμενος ἀπονοίᾳ ἱππικὸν πεποιηκὼς τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς θείους λύχνους καὶ τοὺς λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησε, τὰ θεῷ ἀνατεθειμένα κοινῶν, ἢ μᾶλλον εἰπεῖν, τοῖς εἰδώλοις ἀνατιθεὶς ὁ δείλαιος. Alexand.5 Ἱμέριον δὲ τὸν λογοθέτην ἐκ τῆς ἥττης τῶν Ἀγαρηνῶν ὑποστρέψαντα καὶ τὴν βασιλίδα κατειληφότα ἀποστείλας περιώρισεν ἐν τῇ μονῇ τῶν Καλυπῶν, ἐπαπειλούμενος, ὡς ἐχθρῷ τούτῳ χρήσασθαι διὰ τὸ καὶ αὐτὸν πολλὰ κατ' αὐτοῦ συνθέσθαι ἐν ταῖς ἡμέραις τοῦ ἀδελφοῦ. οὗτος δὲ μικρὸν τῇ ἐξορίᾳ βιοὺς ἀπέθανεν ὑπὸ τῆς θλίψεως κατεργασθείς. Alexand.6 Τοῦ Βουλγάρων δὲ ἄρχοντος Συμεὼν πρέσβεις πεπομφότος τοὺς πευσομένους, εἰ τὴν εἰρήνην ἀσπάζοιτο καὶ τιμὴν φυλάττοι πρὸς αὐτόν, ὁποίαν ὁ προβεβασιλευκὼς ἀδελφὸς αὐτοῦ, τοὺς μὲν πρέσβεις ἀτίμως ἐξέπεμψεν, ὑπερόγκους καὶ ἀλαζόνας λόγους καὶ φρυαγματώδεις ἐκπέμψας καὶ ἀπειλαῖς χρησάμενος κατὰ Συμεών, ἐν τούτοις καταπλήττειν τοῦτον οἰόμενος. ὑποστρεψάντων δὲ τῶν πρέσβεων πρὸς τὸν Συμεών, μὴ ἐνεγκὼν οὗτος μετρίως τὰς ἐκ τοῦ Ἀλεξάνδρου ὕβρεις καὶ τὰ φρυάγματα καὶ τὰς ἀπειλὰς ἔλυσε τὴν εἰρήνην καὶ κατὰ Ῥωμαίων ἔκρινεν ὅπλα κινεῖν. Alexand.7 Ἀλέξανδρος δὲ τῇ ἕκτῃ τοῦ Ἰουνίου μηνὸς λουσάμενος καὶ ἀριστήσας καὶ οἰνωθεὶς μετὰ τοὺς ὕπνους κατῆλθε σφαιρίσων. πόνου δέ τινος γεννηθέντος ἐν τοῖς ἐγκάτοις αὐτοῦ ἀπὸ τῆς τῶν βρωμάτων ἀπληστίας καὶ τῆς μέθης ἀνελθὼν ἐν τῷ παλατίῳ, αἵματος αὐτοῦ πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ῥυέντος, μετὰ μίαν ἡμέραν ἐτελεύτησεν, ἐπιτρόπους καταλιπὼν τὸν πατριάρχην Νικόλαον, τὸν μάγιστρον Στέφανον, τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν, Ἰωάννην τὸν ῥαίκτορα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπωλον, τὴν βασιλείαν παραδοὺς Κωνσταντίνῳ τῷ οἰκείῳ ἀνεψιῷ. ἀποθανὼν δὲ ἐτέθη μετὰ τοῦ πατρὸς αὐτοῦ Βασιλείου.
Const7.t ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΙΟΣ ΛΕΟΝΤΟΣ Const
7.1 Οὕτω μὲν τὸν τρόπον, ὃν εἴπομεν, ἀποθανόντος Ἀλεξάνδρου ἐς
Κωνσταντῖνον τὸν υἱὸν Λέοντος, ἕβδομον τῆς ἡλικίας ἄγοντα ἔτος, τὸ βασίλειον περιελήλυθε κράτος, ὑπὸ ἐπιτρόπους τελοῦντα τοὺς ἄνωθεν ἠριθμημένους. λαβόμενος οὖν τῆς ἐξουσίας Νικόλαος ὁ πατριάρχης, ὡς καὶ αὐτὸς ἐπιτρόπος ὤν, συνάμα τοῖς ἄλλοις ἐπηδαλιούχει τὰ τοῦ κοινοῦ. Const7.2 Τῶν δὲ πραγμάτων οὕτως ἐχόντων, καὶ τῆς βασιλείας, ὡς εἴπομεν, παρὰ τῶν ἐπιτρόπων ἰθυνομένης, Κωνσταντῖνος ὁ τοῦ ∆ουκὸς Ἀνδρονίκου υἱός, δομέστικος τῶν σχολῶν τυγχάνων καὶ δυναστείαν περιβεβλημένος μεγίστην, γράμμασι τῶν ἐν τῇ βασιλίδι φίλων καὶ συγγενῶν αὐτοῦ παρακινηθείς, γεγραφότων ἀκέφαλον εἶναι τὴν βασιλείαν, καὶ κακῶς διεξάγεσθαι, καὶ μικρὸν ὅσον κινδυνεύειν ὀλεθρίῳ κινδύνῳ ὑποπεσεῖν, αὐτόν τε ἀνακαλουμένων ὡς ἐχέφρονα καὶ ἀνδρεῖον καὶ μόνον δυνάμενον ἐπαξίως κυβερνᾶν τὴν περιβόητον τῶν Ῥωμαίων ἀρχήν, προσθεμένων δ', ὅτι καὶ ἡ σύγκλητος αὐτὸν ἀσπάζεται καὶ ὁ πολιτικὸς ὄχλος, καὶ ἐπισπευδόντων, ὡς τάχος καταλαβεῖν, συνειδότος, ὥς φασι, καὶ τοῦ πατριάρχου Νικολάου καὶ τοῖς γραφεῖσι συνευδοκοῦντος διὰ τὸ μήπω τὰς διαθήκας Ἀλεξάνδρου ἀναγνωσθῆναι, μηδὲ γνωσθῆναι αὐτῷ, ὡς ἐπίτροπος γέγραπται καὶ αὐτὸς τοῦ παιδός, Ἀρταβάσδου πρὸς