1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

90

Λάζαρον;», ὁ ὑπὸ τὴν συκῆν δρόμος, τὸ ὑποδύεσθαι ἤγουν ὑπαναχωρεῖν, ἡ προσευχή, τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι». Τούτων γὰρ καὶ τῶν παραπλησίων οὔτε ὡς θεὸς οὔτε ὡς ἄνθρωπος ἔχρῃζε, πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει, οἷον τὴν μὲν προσευχὴν διὰ τὸ δεῖξαι, ὡς οὐκ ἔστιν ἀντίθεος καὶ ὡς αἰτίαν αὐτοῦ τιμῶν τὸν πατέρα, τὸ ἐρωτᾶν οὐκ ἀγνοῶν, ἀλλ' ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος μετὰ τοῦ εἶναι θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι μηδ' ἑαυτοὺς προδιδόναι. - γʹ Τὰ δὲ κατ' οἰκείωσιν καὶ ἀναφορὰν ὡς τὸ «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες»; καὶ τὸ «μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», καὶ τὸ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τὸ «αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». Οὔτε γὰρ ὡς θεὸς οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ πατρὸς οὔτε ἁμαρτία οὔτε κατάρα γέγονεν οὔτε ὑποταγῆναι χρῄζει τῷ πατρί· καθὸ μὲν γὰρ θεὸς ἴσος ἐστὶ τῷ πατρὶ καὶ οὐδὲ ἐναντίος οὐδὲ ὑποτεταγμένος, καθὸ δὲ ἄνθρωπος οὐδέπω ἀνήκοος γέγονε τοῦ γεννήτορος, ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον καὶ μεθ' ἡμῶν τάσσων ἑαυτὸν ταῦτα ἔλεγεν· ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι ὡς ἀπειθεῖς καὶ παρήκοοι καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. -δʹ Τὰ δὲ διὰ τὴν κατ' ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα ἤτοι τὴν σάρκα ἐκ τοῦ λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν· καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν καί, εἰ μὴ ἥνωτο τῷ θεῷ λόγῳ ἡ σάρξ, δούλη ἦν καὶ ἀγνοοῦσα, ἀλλὰ διὰ τὴν πρὸς θεὸν λόγον καθ' ὑπόστασιν ἕνωσιν οὔτε δούλη ἦν οὔτε ἠγνόει. Οὕτω καὶ θεὸν ἑαυτοῦ τὸν πατέρα ἐκάλεσεν. -εʹ Τὰ δὲ διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν ὡς τὸ «πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί» (αὐτὸς μὲν γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν, ἀλλ' ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ), καὶ τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον «τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν» (διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι υἱός ἐστι τοῦ θεοῦ), καὶ τὸ «προέκοπτε σοφίᾳ καὶ χάριτι». - ϛʹ Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαίων προσώπου οἰκείωσιν μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτόν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν». - Τρίτος τρόπος ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς καὶ τοῦ συναμφοτέρου παραστατικός, οἷον τὸ «ἐγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ», καὶ τὸ «ὑπάγω πρὸς τὸν πατέρα, καὶ οὐκέτι θεωρεῖτέ με», καὶ τὸ «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν», καὶ τὸ «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ» καὶ τὰ τοιαῦτα. ∆ʹ Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μέν εἰσι θεοπρεπῆ ὡς τὸ «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ (ὡς θεοῦ δηλονότι) καὶ τοῦ ἁγίου πνεύματος», καὶ τὸ «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος» καὶ τὰ τοιαῦτα (ὡς γὰρ θεός ἐστι μεθ' ἡμῶν), τὰ δὲ ἀνθρωποπρεπῆ ὡς τὸ «ἐκράτησαν αὐτοῦ τοὺς πόδας», καὶ τὸ «κἀκεῖ με ὄψονται» καὶ τὰ τοιαῦτα.

Εʹ Τῶν δὲ μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν

γὰρ ἀληθῶς, ἀλλ' οὐ κατὰ φύσιν, ἀλλὰ κατ' οἰκονομίαν πρὸς τὸ πιστώσασθαι, ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν, τὰ δὲ ἀληθῶς κατὰ φύσιν ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν, τὰ δὲ κατὰ προσποίησιν ὡς τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι», τὰ δὲ τοῦ συναμφοτέρου ὡς τὸ «ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν», καὶ