ὅτι διὰ φιλανθρωπίαν ἐν μέσῳ τοῦ παντὸς στήσας ἑαυτόν, κατὰ Πλάτωνα, οἷόν τι παράδειγμα διὰ τῆς πρὸς ἐκεῖνον μιμήσεως ἡμᾶς πρὸς ἑαυτὸν ἕλκεται, ἀνελκύσας δὲ μετεωρίζει, τὴν σειρὰν ἀλλαχόθι καταδήσας, ὅτι μηδεμία γεννητὴ φύσις πλησιάζει θεῷ. ἀλλ' ὁπόσον ἂν ἀπὸ τοῦ σώματος κουφισθείημεν, ἐν μέσῳ τῷ ἀέρι γινόμενοι κάμνομεν. καὶ ἄγγελοι δὲ καὶ χερουβεὶμ πτερύσσονται μὲν ὅσον εἰκὸς πρὸς θεόν, ἐγγίζουσι δὲ οὐδ' ὁπωστιοῦν· ἡ γὰρ ἄγουσα πρὸς ἐκεῖνον σειρὴ ἄλλοθί που κατακέκρυπται καὶ ἀμήχανός ἐστιν ὁ μέχρις ἐκείνου μετεωρισμός. Ὁρᾶτε ὅπῃ ὁ μῦθος ἡμῖν ἀπετελεύτησεν; ὑμεῖς μὲν οὖν ἐρεῖτε ὅτι Ὀρφικῶς, καὶ αὐτῷ τάχα δώσετε τὴν τῆς γονιμότητος δύναμιν, ἐγὼ δὲ τοῦτο ὑμῖν ἐρῶ, ὡς ὁποῖός ποτ' ἂν ἦν, εἰ μὴ αὐτὸς ὁ περιρρήξας τὸ ἔλυτρον ἐγύμνωσα τὸ ἐδώδιμον, λιμώττοντες ἂν ἐντεῦθεν ἀπῄειτε. 47 Λόγος ἀλληγορῶν τὴν τοῦ ∆ιὸς γένεσιν καὶ τὸν καταποθέντα λίθον τῷ Κρόνῳ, τὴν <τοῦ> ∆ιὸς ἀνατροφὴν ὑπὸ τῶν Κουρήτων καὶ τὴν τοῦ Κρόνου ἀναίρεσιν. Μῦθος ὡς ἀληθῶς ἅπας Ἑλληνικὸς μῦθος, καὶ ὥσπερ οὐκ ἂν ὑποσταῖέν ποτε ὅσα μήτε ὑφέστηκε μήτε ὑποστῆναι δεδύνηται, οὕτως οὐδ' ἡ κενὴ τῶν Ἑλλήνων μυθολογία ἐν ὑποστήματι σταίη ποτὲ ἢ πῆξίν τινα ὁ διαλελυμένος αὐτῶν λήψεται λόγος. ἀλλ' ἡμῖν γυμναστέον τὸν λόγον οὐκ ἐπὶ τοῖς ἰσχυροῖς μᾶλλον καὶ ὅσα βάσιμα ῥητορικῇ πομπείᾳ καὶ λόγοις φιλοσόφοις καθέστηκεν, ἀλλ' οὐδὲν ἧττον καὶ τοῖς ἀνυπάρκτοις τὴν ἀπὸ τοῦ λόγου δοτέον ὑπόστασιν, ἵνα μὴ μόνον ἀπὸ τῶν ποτίμων ναμάτων, ἀλλὰ καὶ ἀπὸ τῆς θύραθεν ἅλμης γλυκάζουσαν πόσιν παραδεχώμεθα. Πατροκτονεῖ τοιγαροῦν παρὰ τοῖς Ἕλλησιν ὁ μυθευόμενος παρ' αὐτοῖς Ζεύς. ὁ γάρ τοι Κρόνος τῇ Ῥέᾳ ἐπιμιγείς, ἐπειδὴ ἔγκυον αὐτὴν ἡγήσατο εἶναι, ὑπερκείμενον θεὸν ἐρωτᾷ περὶ τοῦ τεχθησομένου παιδός. ὁ δὲ ἀνεῖλεν αὐτὸν ὑπ' ἐκείνου ἀναιρεθήσεσθαι. ἐντεῦθεν ὁ Κρόνος ἐτήρει τὴν Ῥέαν οὖσαν ἐπίτοκον. ἡ δέ, ἐπεὶ μὴ λαθεῖν οἵα τε ἐγεγόνει, τὸ μὲν βρέφος ἀποτεχθὲν Κορύβασί τισι καὶ Κουρῆσιν ἐκδίδωσιν, ἐπισαλπίζειν τῷ κλαυθμυρισμῷ τοῦ παιδὸς τούτους κελεύσασα, λίθον δὲ τοῖς σπαργάνοις ἑλίξασα ἐξαπατᾷ τὸν γαμέτην· ὁ γὰρ Κρόνος ἀντὶ τοῦ παιδὸς τὸν λίθον καταπεπωκὼς ἠγνόησεν. ὁ δὲ Ζεὺς εἰς ἀνδρὸς ἡλικίαν ἐληλυθὼς ἀναιρεῖ μὲν τὸν πατέρα, αὐτὸς δὲ τὴν ἐκείνου ἡγεμονίαν εἰς ἑαυτὸν ἀναρτᾷ. Ὁ μὲν μῦθος οὗτος. ὁ δὲ λόγος τὸ κρυπτόμενον ἴσως ἐν τῷ μύθῳ ἀνακαλυπτέτω μυστήριον, ἢ μᾶλλον αὐτὸς ἀναπλαττέτω ὑψηλοτέραν διάνοιαν τοῖς μυθικοῖς ὀνόμασι κατακολουθῶν. δύο μέτρα τῶν ὄντων καθέστηκεν, ὀνόματα τούτοις χρόνος τε καὶ αἰών. ἀλλ' ὁ μὲν αἰών, ὁ τῶν κυρίως ὄντων πατήρ, ἐναγκαλίζεται τὰ οἰκεῖα γεννήματα καὶ οὐδὲν τούτων ἀπόλλυσιν, ἀλλὰ δεικνύει φερώνυμα, ἀθάνατα ὡς ἀληθῶς καὶ αἰώνια. ὁ δὲ χρόνος, ὃν βραχύ τι μεταποιήσαντες Κρόνον οἱ Ἕλληνες ὠνομάκασιν, οὐχ οὕτω περὶ τὰ ἔκγονα διατίθεται, ἀλλ' ἀπαναλίσκει πάντα τῇ ἑαυτοῦ φύσει· ὅσα γὰρ ἀπὸ χρόνου τὴν σύστασιν ἔχει, ταῦτα τῇ περιοχῇ τούτου συγκαταλύεται. διὰ ταῦτα καὶ τῇ Ῥέᾳ τοῦτον μιγνύουσιν οἱ σοφοί, ἥτις ἡ ῥέουσα φύσις ἐστίν, ἐπεὶ καὶ συνάμφω ταῦτα, χρόνος καὶ φύσις, καὶ ἄσχιστος ἀπ' ἀλλήλων ἡ συζυγία. Ἀλλὰ τῶν μὲν ἄλλων ἁπάντων ὁ χρόνος κρατεῖ, μόνος δὲ ὁ Ζεὺς τοῦτον ἀποδιδράσκει, εἶτα καὶ ἀνδρυνθεὶς ἀναιρεῖ. ἔστι δὲ οὗτος ὁ θεῖος ἐν ἡμῖν καὶ ζωήρρυτος λόγος, ὃς πρῶτος μέν ἐστι καὶ χρόνου καὶ φύσεως, μετὰ δὲ χρόνον καὶ φύσιν ἀνεφάνη καὶ ἡμῖν· ἀναβλύζει γὰρ ἀπὸ τῶν ψυχῶν, αἱ δὲ ψυχαὶ σὺν τοῖς σώμασι, τὰ δὲ σώματα σὺν χρόνῳ ἢ ὑπὸ χρόνον. οὐρανὸς μὲν γὰρ χρόνῳ συναπεγεννήθη καὶ φύσει, τὰ δὲ λοιπὰ τῶν σωμάτων μετὰ ταῦτα γεγόνασι. μόνος γοῦν ὁ λόγος τὴν χρονικὴν ἀποφυγγάνει τέλεον δύναμιν· καὶ τὰ μὲν ἄλλα τῷ