αἰώνων ὅλων, ἀρχὴν ὁδῶν ἄναρχον ἀγνώστων λόγον. γεννᾷ μὲν οὕτως, εἶτα καὶ κτίζει πάλιν εἰς ἔργα ταῦτα τῶν γε νῦν τελουμένων. λόγος γὰρ ὢν ἄκτιστος ἄρρητος μόνος φωνὰς λέγω πως οὗ προσείλημμαι γένους. ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ Ὥσπερ βροτὸς πέφυκα καὶ θεὸς πέλω, οὕτω θεὸς πέφυκα καὶ βροτὸς μένω· ὑπόστασις γάρ εἰμι σύνθετος μία. ἀλλ' ὥσπερ ὢν ἄνθρωπος ὁ πλάστης λόγος φύσει τὸ πᾶν πέφυκα μηδὲν φαντάσας, οὕτω θεὸς πέφυκε τὸ πρόσλημμά μου. οὗτος γάρ ἐστιν ἀντιδόσεως τρόπος· εἴληφεν ὡς δέδωκεν, εἶτ' ἀντιστρόφως δέδωκεν ὡς εἴληφεν. ἰσότης φίλη· ἐκεῖνο τοῦτο, τοῦτ' ἐκεῖνο τῇ φύσει, ἄμφω τὸ κοινόν, ἓν δ' ὁμοῦ τε καὶ δύο. εἷς εἰμι τοίνυν, τὰς φύσεις μὴ συγχέας, ἐξ ὧν, ἐν οἷς πέφυκα, τὸ κρεῖττον δ', ἅπερ. τὸ μὲν γὰρ ἐξ ὧν ταῦτα συγχεῖ πολλάκις, ὥσπερ τὸ σῶμα τὰς συνελθούσας φύσεις (οὐ πῦρ γάρ ἐστιν, οὐκ ἀήρ, οὐδ' ἄλλό τι)· τὸ δ' αὖ ἐν οἷς τρίτον τι τούτων τυγχάνει· ὃ δ' οὖν ἅπερ πέφυκε, ταῦτα τυγχάνει. ἅπερ κἀγὼ πέφυκα φύσεως λόγοις, θεὸς βροτὸς τέλειος, εἷς ἄμφω μόνος. 25 Εἰς τὸν βασιλέα κῦριν Ῥωμανὸν τὸν γέροντα στίχοι, ἐν ταῖς ἀρχαῖς τῶν λέξεων δηλοῦντες τὸ ὄνομα Ῥοδοκρινοπρόσωπος ὡραῖος μέδων ἀκτῖσι νίκης οὐρανοῖ σκηπτουχίαν. 26 Εἰς τὸν βασιλέα κῦριν Βασίλειον ὅμοιοι Βέβαιον ἄστρον, σεμνὸν ἵλασμα λίαν ἔλαμψεν ἴσχειν οἴακας σκηπτουχίας. 27 Τοῦ αὐτοῦ στίχοι εἰς τὸ φλάμουλον τοῦ Μονομάχου ἔχον ἱστορημένον τὸν ἅγιον Γεώργιον, τὸν βασιλέα ἔφιππον, φέροντα λόγχην καὶ τοὺς βαρβάρους διώκοντα Μάρτυς, βασιλεῦ, ἵππε, λόγχη, βάρβαροι, σύμπνει, δίωκε, σπεῦδε, πλῆττε, πίπτετε. 28 Τοῦ αὐτοῦ εἰς τὸν πρωτοσύγκελλον Σύγκελλος ὡς σύνοικος, ἀλλὰ τοῦ λόγου· καὶ πρῶτος ὡς πρόεδρος, ἀλλὰ τοῦ πόλου. πᾶς οὖν τις αὐτὸν πρωτοσύγκελλον λέγε ὡς οὐρανοῦ πρόεδρον, ὡς θεοῦ φίλον. 29 Στίχοι τοῦ αὐτοῦ Τοῖς ἓν πνέουσι καὶ συνουσιωμένοις, συγκλητικοῖς, ἄρχουσι τῆς ἐκκλησίας, Βάρδαις Προκοπίοις τε, Κιννάμοις πλέον, ὀστιαρίοις ὑπομιμνήσκουσί τε, κλητοῖς ἀκλήτοις, γνωρίμοις ἀνωνύμοις, πρώτοις μεγίστοις, ἐσχάτοις παρεσχάτοις, ἐμοῖς ἀδελφοῖς καὶ φίλοις καὶ συντρόφοις, τὰ πάντα μίγδην τοῖς ὁμοῦ μεμιγμένοις. οὐ γὰρ διαιρεῖν βούλομαι τὰς ἀξίας οὐδὲ φθόνου πρόσκομμα γίνεσθαι θέλω· εἷς εἰμι καὶ κάτοιδα δεσπότην ἕνα καὶ πάντας ὑμᾶς ὡμογνωμονηκότας. 30 Τοῦ αὐτοῦ πρὸς ἀναίσθητον λοίδορον Καὶ βάτραχοι φωνοῦσιν, ἀλλ' ἐκ τελμάτων· καὶ κύνες ὑλακτοῦσιν, ἀλλὰ μακρόθεν· καὶ κάνθαροι παίζουσιν, ἀλλ' ἐν κοπρίαις. οὐκοῦν τί καινὸν εἰ λαλοῦσι καὶ λίθοι, μικρὸν παραλλάττοντες ἁδρῶν βατράχων;