εὐαγγελίου γέγραπται ὡς «Ἐπιστρα»φεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολου «θοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ, καὶ «εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον οὖν ἰδὼν ὁ Πέτρος «λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν»αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. «ἐξῆλθεν οὖν ὁ λόγος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ «ἀποθνήσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ'· 32.20.261 «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;» ὅτι δὲ ὁ μαθη τὴς οὗτος ὁ γράψας τὸ εὐαγγέλιον Ἰωάννης ἐστὶν δῆλον ἐκ τῶν ἐπιφερομένων οὕτως ἐχόντων ὅτι «Οὗτός ἐστιν ὁ μαθητὴς ὁ καὶ 32.20.262 «μαρτυρῶν περὶ τούτων, ὁ γράψας ταῦτα». παρατήρει δὲ ἐν ἀμφο τέροις τοῖς τόποις τοῦ εὐαγγελίου τίνα τρόπον ὁ Πέτρος, ὡς ἐπὶ πλεῖον αὐτῷ θαρρῶν καὶ προσκεκλιμένος, ὅπου μὲν «Νεύει αὐτῷ καὶ «λέγει· Εἰπὲ τίς ἐστιν, περὶ οὗ ὁ Ἰησοῦς προδώσοντός φησιν», ὅπου δὲ ἰδὼν αὐτὸν ἀκολουθοῦντα ὡς φροντίζων αὐτοῦ μᾶλλον παρὰ τοὺς λοιποὺς λέγει τῷ Ἰησοῦ περὶ αὐτοῦ· «Κύριε, οὗτος δὲ «τί;» βουλόμενος μαθεῖν καὶ τὸ κατὰ τὸν Ἰωάννην τέλος ὁμοίως τῷ ἐγνωκέναι τὰ περὶ αὑτοῦ, ὅτι ὅταν γηράσῃ ἐκτενεῖ τὰς χεῖρας αὐτοῦ, 32.20.263 καὶ ἄλλος αὐτὸν ζώσει καὶ οἴσει ὅπου οὐ θέλει. εἴπερ δὲ ἃ ἐλάλει ῥήματα ὁ Ἰησοῦς πνεῦμά ἐστιν καὶ οὐ γράμμα, δι' ὅλων ζωή ἐστιν καὶ οὐδαμῶς θάνατος, καὶ μιμούμενος αὐτὸν ὁ μαθητὴς ὃν ἠγάπα πνεῦμα καὶ ζωὴν ἀναγράφει, ἀκουστέον τοῦ «Ἦν ἀνακείμενος εἷς ἐκ «τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ» ἀξίως τιμῆς, ἧς πρέπει διδόναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λαμβάνειν τὸν ἀγαπώμενον 32.20.264 ὑπ' αὐτοῦ. καὶ νομίζω ὅτι εἰ καὶ συμβολικῶς τότε ἀνακείμενος Ἰωάννης ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς ἀπὸ τοῦ διδασκάλου, τὸ συμβολικὸν τοῦτο παρίστησιν ὅτι Ἰωάννης ἀνακείμενος τῷ λόγῳ καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος, ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι ἐν τοῖς κόλποις τοῦ πατρός, κατὰ τὸ «Ὁ μονογενὴς 32.20.265 «θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». εἰ μὴ ταπεινότερον δὲ ἀκούομεν καὶ τοῦ «Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτω «χὸν καὶ ἀπενεχθῆναι αὐτὸν † ἀπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον «Ἀβραάμ», τοιοῦτόν τι καὶ περὶ τοῦ κόλπου Ἀβραὰμ νοήσομεν· ὅπερ ἐὰν οὕτως * * * ἐσόμεθα, ἀπολογησάμενοι πρὸς τὴν κατ' ἄγνοιαν περὶ τῆς γραφῆς ἐπαπόρησιν, λεχθεῖσαν ὑπὸ τοῦ βουληθέντος ἀθε τῆσαι τὴν περὶ τὸν πλούσιον καὶ τὸν πένητα διήγησιν· εἰ γὰρ ἀνέ κειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἦν <ἂν> ἐν τῷ κόλπῳ τοῦ Ἀβραάμ, καὶ πρὸ 32.20.266 ἐκείνου ἄλλος. ἀλλὰ καὶ ἄλλου, φησί, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται· οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τού των ἐπαπορῶν, καὶ ὅτι δυνατόν ἐστιν μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ ἅμα ἀναπαύσεσθαι, κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ. 32.21.267 Εἰ δὲ καὶ ἄλλον τόπον περὶ τῆς τοῦ κόλπου ὀνομασίας δεήσει παραθέσθαι ἀπὸ τῆς γραφῆς, φέρε ἐξετάσωμεν τίνα τρόπον εἶπεν κύριος τῷ Μωϋσῇ· «Πάλιν εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν «κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, «καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγένετο ἡ χεὶρ «αὐτοῦ λεπρῶσα ὡσεὶ χιών. καὶ εἶπεν· Εἰσένεγκον τὴν χεῖρά σου «εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον «αὐτοῦ, καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπε 32.21.268 «κατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ». χαλεπὸν μὲν οὖν ἰδεῖν καὶ ὑπὲρ ἡμᾶς, τίνος σύμβολον εἶναι δύναται τὸ σημεῖον τοῦτο. ἐπεὶ δὲ χρὴ καὶ ἡμᾶς μὴ ἀργεῖν ἀπὸ τοῦ ζητεῖν καὶ τὸ ὑπο πῖπτον εἰς κρίσιν παραδοῦναι τῷ ἐντευξομένῳ, φήσομεν ὅτι ἡ χεὶρ πράξεων πολλαχοῦ σύμβολόν ἐστιν· ὁ δὲ κόλπος Μωϋσέως δύο δυνά μεις ἔχει, τὴν μὲν προτέραν καὶ κατὰ τὰ τοῦ γράμματος νοήματα, ποιοῦσαν τὴν πρᾶξιν τοῦ πράττοντος ὡσεὶ χιών, ὅσον ἐπὶ τῇ Ἑβραίων φωνῇ, [ἢ] καὶ λεπρῶσαν· τὴν δὲ δευτέραν καὶ κατὰ τὸν