90
ἄλλαι ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ, θεῶν μὲν οὐδενί, δαιμόνων δὲ πονηρῶν ἀποτροπῆς ἕνεκα φή σαιμ' ἂν ἐπιτελεῖσθαι, παραμυθίας τῆς παλαιᾶς ποιουμένους 10.9 ἀνθρωποθυσίας." Ἐν μὲν οὖν τοῖς ἔμπροσθεν ἐξητασμένοις ἔφη μὴ εἶναι τὰ μαντεῖα θεῶν, ἀλλὰ δαιμόνων· ἐνταῦθα δὲ τούτους καὶ πονηροὺς προσηγόρευσε, τεκμηρίοις ἐναργεστάτοις τοῖς ὑπ' αὐτῶν δρωμένοις χρησάμενος. Τίνι γάρ που προσήκουσιν ὠμο φαγίαι καὶ διασπασμοὶ αἰσχρορημοσύναι τε καὶ αἰσχρουργίαι καὶ μανίαι ὀρινομένων καὶ ῥιψαυχενούντων σὺν κλόνῳ, ἢ δαίμοσι παμπονήροις, τὸ τῶν ἀνθρώπων πημαίνουσι γένος; οἳ πάλαι μέν, οἷα δὴ ἀλάστορες, ταῖς τῶν τρισαθλίων ἀνθρώπων σφαγαῖς ἐπε τέρποντο, ἐπειδὴ δὲ βδελυξαμένους εἶδον τοὺς ἀνθρώπους τὴν ἀνδροφονίαν ἐκείνην καὶ μιαιφονίαν τὴν αὐτοῖς ἀξιέραστον καὶ παυσαμένους τοῦ μύσους, τὰς διαμαστιγώσεις καὶ ὠμοφαγίας καὶ 10.10 τὰς ἄλλας ἐπενόησαν τελετάς. Καὶ ταῦτα δὲ τοῖς εἰρημένοις προστέθεικεν· "Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομα ραίνεσθαι. Τοῦ δὲ Κλεομβρότου σιγῶντος καὶ κάτω βλέποντος, ὁ ∆ημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυοῖν ἁπάντων ἔκλειψιν ὁρῶντας." 10.11 Ταῦτα μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ὁ Πλούταρχος ἔγραψεν· τοιγάρτοι ὁ χρόνος δηλοῖ τῆς τῶν χρη στηρίων ἐκλείψεως τὴν αἰτίαν. Καὶ ὁ Πορφύριος δὲ ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας καὶ ταῦτα ἔφη· "Ἀλλ' ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων διηγήσεις ἀκατα λήπτους εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμόνων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες." 10.12 Οὐκοῦν, ὦ ἄνδρες, ἐπειδήπερ ἡμῖν περὶ τῶν ὑμετέρων χρηστη ρίων λέγουσιν ἀπιστεῖτε, τῷ ἡμῖν μὲν ἐχθίστῳ, ὑμῖν δὲ προσφι λεστάτῳ πιστεύσατε· ἄσπονδος γὰρ ἡμῶν οὗτος πολέμιος, τὴν προφανῆ κατὰ τῆς εὐσεβείας ἀναδεξάμενος μάχην. Οὗτος δὲ ψεύδεσθαι εἴρηκε τοὺς τοῖς καλουμένοις μαντείοις προσεδρεύον10.13 τας δαίμονας. Ὅτι δὲ τοὺς αὐτοὺς καὶ θεοὺς ὀνομάζει καὶ ἀστρολογίαν μᾶλλον αὐτοῖς ἢ θείαν πρόγνωσιν μαρτυρεῖ, ἐν αὐτῷ δεδήλωκε τῷ ξυγγράμματι· λέγει δὲ ταῦτα· "Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσι· καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν." 10.14 Ἀλλ' οὓς ἐνταῦθα θεοὺς προσηγόρευσε, πάλιν ἔφη μὴ εἶναι θεοὺς ἐν τούτῳ γε καὶ οὐκ ἐν ἄλλῳ τῳ ξυγγράμματι· τοῦ γάρ τοι Ἀπόλλωνος τεθεικὼς τὸν χρησμόν, ὃς διδάσκει, πῶς χρὴ τοῖς ἐπιχθονίοις, πῶς δὲ τοῖς ὑποχθονίοις θύειν θεοῖς, καὶ πῶς μὲν τοῖς ἐναλίοις, πῶς δὲ τοῖς ἐπουρανίοις καὶ αἰθερίοις, διελέγ 10.15 χει τοῦτον ὡς οὐκ εὖ ἔχοντα τὸν χρησμόν, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας· εἶναι γὰρ πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. Εἶτα τὸν Θεόφραστον εἰσάγει λέγοντα, ὡς θεοῖς οὐχ ἁρμόζουσιν, ἀλλὰ δαίμοσιν, αἱ διὰ ζῴων θυσίαι. Κωμῳδεῖ δὲ καὶ τὰς τῶν παλαιῶν ἀνθρωποθυσίας καὶ διηγεῖται παμπόλλας παρὰ πολλῶν 10.16 γεγενημένας. Ἔπειτα διδάξας, ὡς οἱ πονηροὶ ταύτας τελεῖσθαι ἐκέλευον δαίμονες, ἐπήγαγεν· "∆ιὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παν 10.17 τοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται." Ἀλλ' ὁ Πύθιος τἀναντία τῷ Πορφυρίῳ νομοθετεῖ· κελεύει γὰρ τῷ χρησμὸν ἐξαι τοῦντι λύτρα τινὰ δοῦναι τῷ πονηρῷ δαίμονι, χοὰς καὶ πυρὴν καὶ αἷμα κελαινὸν καὶ οἶνον παμμέλανα· καὶ τοιαῦτα ἄττα προσ θείς, καὶ τὴν εὐχήν, ἣν δεῖ θύοντα προσενεγκεῖν, ἐξεπαίδευσεν· δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς ἠερίων ὑπένερθε μυχῶν, χθονίων δ' ἐφύπερθεν. Καὶ ταῦτα δὲ ὁ Πορφύριος ἐν αὐτῷ γε τῷ ξυγγράμματι τέ θεικε, τοῦτον διελέγχων ὡς οὐκ ὄντα θεόν, τὸν δὲ οἰκεῖον κρα