90
ἐπιβουλῆς ἐπεζή τουν τὸν τρόπον. Εἶτα τυραννίδος γραφὴν ἐποιή σαντο, εἰρηκότες τῷ Πιλάτῳ, "Ὡς βασιλέα μὲν ἑαυτὸν ἀποφαίνει, κωλύει δὲ διδόναι τῷ Καίσαρι φόρον." Τοῦτο καὶ ἡ προφητεία λέγει· "Λόγον πα ράνομον κατέθεντο κατ' ἐμοῦ," ἀντὶ τοῦ, παρα νομίας κατηγορίαν ἐποιήσαντο κατ' ἐμοῦ. "Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;" Κἂν τὸν θάνατον ὑπομείνω, φησὶν, οὐκ ἀνίσταμαι πάλιν, καὶ σκεδάννυμι τοὺς τοῦτον κατασκευάσαντας; Καὶ τοῦτο ἔοικε τῷ εὐαγγελικῷ ῥητῷ, "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Καὶ πάλιν· "Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται." ∆ιὸ δὴ εἰκότως ὕπνον τὸν θάνατον προσηγόρευσεν. ιʹ. "Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν." Τοῦτο ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων σαφέστερον εἰρήκασι· Καί γε ἀνὴρ εἰρήνης μου, ᾧ ἐπεποίθησα. Ὁ δὲ Σύμμαχος οὕτως· Ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν. Οὐ γὰρ μόνον οἱ ἐχθροί μου κατεσκεύασάν μοι τὸν θάνατον, ἀλλὰ καὶ ὁ συνών μοι ἄνθρωπος, καὶ τὴν εὔνοιαν, καὶ τὴν εἰρήνην ὑποκρινόμενος, ὁμοτράπεζος ὤν μοι, καὶ σύσσιτος, ὃν εἶχε δόλον ἐγύμνωσε. ∆όλον γὰρ τὴν πτέρναν ὠνόμασεν, ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ τοὺς συνθέοντας πταίειν καὶ πίπτειν μηχανωμένων. 80.1168 Τοῦτο καὶ Ἡσαῦ ἀπατηθεὶς ὑπὸ τοῦ Ἰακὼβ, ἔφη "∆ικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακὼβ, ἐπτέρ νικε γάρ με ἤδη δεύτερον τοῦτο· τάτε πρωτοτόκιά μου εἴληφε, καὶ τὴν εὐλογίαν μου." ιαʹ, ιβʹ. "Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστη σόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ." Καὶ ταῦτα πάντα ὡς ἀπὸ τῆς λη φθείσης εἴρηται φύσεως, περὶ ἣν καὶ τὸ πάθος ἐγέ νετο. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, ἀκούομεν τοῦ ∆εσπότου Χριστοῦ προσευχομένου, "Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης." Καὶ πάλιν· "Πά τερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ." ιγʹ. "Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα." Ἁρμόττει καὶ ταῦτα τῇ τοῦ δούλου μορφῇ, ἣν ὁ Μονογενὴς τοῦ Θεοῦ ἀνέλαβεν. "Οὐ γὰρ δήπου ἀγγέλων ἐπελάβετο, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν." Ἐπειδὴ τοίνυν πάσης κακίας ἡ ληφθεῖσα φύσις ἐλευθέρα διέμεινεν, εἰκότως λέγει, "Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώ πιόν σου εἰς τὸν αἰῶνα. Βεβαίαν γὰρ ἐδεξάμην τὴν ἕνωσιν, καὶ ἄτμητος ἡ συνάφεια, καὶ ἡ δόξα αἰ ώνιος. ιδʹ. "Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο!" Ταῦτα ὁ θεσπέσιος προαγορεύσας προφήτης, καὶ τὴν ἄῤῥητον τοῦ ∆εσπότου φιλανθρωπίαν θαυμάσας, καὶ συνιεὶς ἐπὶ τὸν τὴν ἐθελουσίαν πτωχείαν ἀναδεξάμενον, ὕμνον αὐτῷ διὰ τῆς γλώττης προ φέρει, ἵνα τὸ μακάριον καὶ αὐτὸς κομίσηται τέλος. Εἰκότως δὲ μετὰ τὰ πάθη ὕμνον προσήνεγκε, διδάσκων ὡς οὐ μόνον ἄνθρωπος ὁ προφητευόμενος, ἀλλὰ καὶ Θεὸς προαιώνιος, ἀνώλεθρον ἔχων τὸ εἶναι, καὶ ἀτελεύτητον.
ΕΡΜΗΝ. ΤΟΥ ΜΑʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ." Ἡμαρτηκότα τὸν λαὸν
Βαβυλωνίοις παρέδωκεν ὁ Θεὸς, ἑβδομηκοντοῦτιν αἰχμαλωσίαν αὐτῶν κατα ψηφισάμενος. Ὡς ἐκ προσώπου οὖν τούτων εἴ ρηται ὁ ψαλμὸς, ὀλοφυρομένων καὶ τὴν ἐλευθερίαν 80.1169 ποθούντων. Ἐπειδὴ γὰρ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς, ὡς ὁ θεῖος ∆ανιὴλ, ὡς ὁ θαυμάσιος Ἰεζεκιὴλ, ὡς οἱ καλλίνικοι μάρτυρες Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, θερμῶς μάλα τὸν Θεὸν ἀγαπῶντες, καὶ τὴν ἔννομον αὐτοῦ λατρείαν ποθοῦντες· τὸ τούτων ὁ προφητικὸς λόγος ἀναλαβὼν πρόσωπον, ἃ χρὴ παρ' ἐκείνων