90
καθὼς ἐν τοῖς ἄνω χρόνοις εἴρηται, ἐπὶ Ἀρκαδίου βασιλέως καὶ Ὀνωρίου τὴν Ἱσπανίαν καταλαβόντες μετὰ Γοδιγίσκλου, τοῦ ῥηγὸς αὐτῶν, ἐκ ταύτης ἐπὶ Λιβύην περάσαντες, ταύτην κατέσχον. τοῦ δὲ Γοδιγίσκλου τελευτήσαντος, Γόγδαρις καὶ Γιζέριχος, οἱ τούτου υἱοί, τὴν τούτου ἀρχὴν διεδέξαντο. Γόγδαρις δὲ ἐξ ἀνθρώπων γενόμενος, Γιζέριχος βασιλεὺς Οὐανδήλων ἀναδείκνυται, καὶ πόλιν Καρθαγένναν βασιλεύσας ἔτη λθʹ, παραλαβὼν καὶ Ῥώμην. τούτου δὲ τελευτήσαντος, Ὀνώριχος, ὁ υἱὸς αὐτοῦ, τὴν βασιλείαν διεδέξατο πολλὰ κακὰ τοῖς ἐν Λιβύῃ Χριστιανοῖς ἐνδειξάμενος καὶ ἀρειανίζειν βιαζόμενος· καὶ πολλοὺς ἐφόνευσε καὶ ἐγλωσσοτόμησεν ἀπὸ τῆς φάρυγγος, οἳ καὶ τῇ τοῦ θεοῦ χάριτι 187 ὕστερον ἐλάλουν. τούτων καταφρονήσαντες ἐπολέμησαν οἱ Μαυρούσιοι καὶ πολλὰ κακὰ εἰς Οὐανδήλους εἰργάσαντο. ὀκτὼ δὲ ἔτη βασιλεύσας τελευτᾷ ἀπολέσας τὴν Νουμιδίαν καὶ τὸ Αὐράσιον ὄρος, οἳ οὐκέτι ὑπὸ τοὺς Οὐανδήλους ἐγένοντο. Γουνδαμοῦνδος δέ, ὁ Γεήζωνος υἱός, υἱοῦ Γιζερίχου, τὴν ἀρχὴν διεδέξατο μείζονα κακὰ τοῖς Χριστιανοῖς ἐνδειξάμενος· ἐτελεύτησε βασιλεύσας ἔτη ιβʹ. τούτου τὴν ἀρχὴν διεδέξατο Τρασαμοῦνδος, ἀνὴρ εὐειδὴς καὶ συνετὸς καὶ μεγαλόψυχος. οὗτος τοὺς Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πατρῴαν δόξαν, οὐκ αἰκιζόμενος, τοὺς δὲ ἀπειθοῦντας ἀποστρεφόμενος. τελευτησάσης δὲ τῆς γυναικὸς αὐτοῦ ἀτέκνου βουλεύεται ἄριστα, καὶ πέμψας πρὸς Θευδέριχον, τὸν βασιλέα Γότθων, εἰς Ἱσπανίαν ᾔτει τὴν τούτου ἀδελφὴν λαβεῖν πρὸς γάμον Ἀμαλαφρίδα χήραν οὖσαν. ὁ δὲ καὶ τὴν ἀδελφὴν δέδωκεν αὐτῷ εἰς γυναῖκα καὶ Γότθων δοκίμων χιλίους ἐν τάξει δορυφόρων σὺν ἄλλαις πέντε χιλιάσιν ἀνδρῶν μαχίμων πρὸς ὑπουργίαν τούτων. ἐδωρήσατο δὲ τῇ ἀδελφῇ Θευδέριχος καὶ τῶν ἐν Σικελίᾳ ἀκρωτηρίων ἓν τὸ καλούμενον Λύσιον· καὶ ἀπ' αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων τῶν ἐν Λίβυσι βασιλευσάντων κρείσσων τε καὶ δυνατώτατος· ἐγένετο δὲ καὶ φίλος Ἀναστασίου τοῦ βασιλέως. ἐκράτησε δὲ τῆς βασιλείας ἔτη κζʹ. τούτου δὲ τελευτήσαντος, Ἰλδέριχος ὁ Ὀνωρίχου τοῦ Γιζερίχου παιδὸς ἐβασίλευσεν, ἀνὴρ πρᾷος καὶ ἀγαθός, καὶ οὐδὲ Χριστιανοῖς χαλεπὸς ἐγεγόνει· τὰ δὲ εἰς τὸν πόλεμον μαλακός τε λίαν, καὶ οὐδὲ ἀκοῦσαι ἤθελε τοῦτο τὸ πρᾶγμα. Ἀμεργοῦς δέ, ὁ τούτου ἀδελφιδός, ἀνὴρ ἀγαθὸς τὰ πολέμια, ἐστρατήγει Οὐανδήλων, ὃν δὴ καὶ Ἀχιλλέα ἐκάλουν. Ἰλδέριχος δὲ φίλος ἦν Ἰουστινιανοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτὸν ἐπὶ Ἰουστίνου, τοῦ θείου αὐτοῦ, καὶ πολλὰ χρήματα πρὸς αὐτὸν ἐπεμπέ τε καὶ ἐδέχετο παρ' αὐτοῦ τὴν φιλίαν κρατύνων. ἦν δέ τις τούτου συγγενὴς ἐκ τοῦ γένους Γιζερίχου, Γελίμερ ὀνόματι, ἀνὴρ δεινὸς καὶ κακοήθης καὶ πράγμασι νεωτέροις καὶ χρήμασιν ἀλλοτρίοις 188 ἐπιτίθεσθαι ἐπιστάμενος. οὗτος τυραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Ἰλδερίχου ἑπταετίαν βασιλεύσαντος, τοῦτον κρατήσας εἰς φυλακὴν ἀπέθετο σὺν τῇ γυναικὶ Ἀμαλαφρίδι καὶ τοὺς Γότθους διέφθειρεν ἅπαντας καὶ Ἄμερα καὶ τὸν αὐτοῦ ἀδελφὸν Εὐαγέην ἐν φυλακῇ ἔσχεν. ἐπαρθεὶς δὲ τῇ τυραννίδι οὐκ ἠδύνατο ἐν τῷ καθεστῶτι βιοτεύειν. γράφει τοίνυν πρὸς βασιλέα Ἰουστινιανὸν ἀπολογούμενος, ὡς αὐτῷ ἡ βασιλεία ἐννόμως προσήκει, Ἰλδερίχου μὴ ἰσχύοντος ταύτην διοικῆσαι. ταῦτα δὲ Ἰουστινιανὸς μαθὼν ἔγραψε πρὸς αὐτόν, ὡς οὐ καταδέξεται ταύτην τὴν τυραννίδα. αὐτὸς δὲ μὴ προσχὼν τοῖς γεγραμμένοις τόν τε Ἄμερα ἐξετύφλωσε καὶ Ἰλδέριχον σὺν Εὐαγέῃ ἐν μείζονι φυλακῇ ἀπέκλεισεν. ταῦτα μαθὼν Ἰουστινιανὸς κατὰ Λιβύης ἐστράτευσε καταλύσας τὸν Μηδικὸν πόλεμον, καὶ μεταπεμψάμενος Βελισάριον ἐκ τῆς ἑῴας ἐβουλεύετο περὶ τούτου. ἡ δὲ σύγκλητος ἐδυσχέραινεν ἀναμιμνήσκουσα τόν τε Λέοντος τοῦ βασιλέως στόλον τὸν κατὰ Οὐανδήλων στρατεύσαντα σὺν τῷ Βασιλίσκῳ καὶ ἀπολωλότα, ὅσοι τε στρατιῶται ἀπέθανον, καὶ ὅσα χρήματα ἀνηλώθησαν, δεδιότες δὲ τοῦ κινδύνου τὸ μέγεθος, μὴ αὐτὸν στρατηγὸν ταύτης τῆς στρατείας ἐκλέξοιτο ὁ βασιλεύς. παρελθὼν δὲ Ἰωάννης ὁ πατρίκιος εἰς τὸ μέσον ἔλεξε τάδε· "ἡμεῖς μέν, ὦ