91
θεαταὶ γενόμενοι τῶν αὐτοῦ τεραστίων καὶ τῆς ζωῆς καὶ τῆς πολιτείας καὶ τῶν λόγων καὶ τῶν παθημάτων καὶ τοῦ θανάτου καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, καὶ συνα ναστραφέντες αὐτῷ ἡμέρας τεσσαράκοντα μετὰ τὴν ἔγερσιν αὐτοῦ, καὶ λαβόντες ἐντολὴν παρ' αὐτοῦ κηρῦξαι τὸ εὐαγγέ λιον εἰς ὅλον τὸν κόσμον καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη καὶ βαπτίσαι εἰς τὸν θάνατον αὐτοῦ ἐπὶ αὐθεντίᾳ τοῦ Θεοῦ τῶν ὅλων, ὅς ἐστιν αὐτοῦ Πατήρ, καὶ μαρτυρίᾳ Πνεύματος, ὅ ἐστι παράκλητος· διδάσκομεν ὑμᾶς ταῦτα πάντα, ἃ διαταξάμενος ἡμῖν ἀνελήφθη ἐπ' ὄψει ἡμῶν εἰς τὸν οὐρανὸν πρὸς τὸν ἀποστείλαντα αὐτόν. Καὶ ἐὰν μὲν πιστεύσητε, μακάριοι γενήσεσθε· εἰ δὲ μὴ πιστεύσητε, ἀθῶοι ἡμεῖς εὑρεθησόμεθα καὶ καθαροὶ τῆς ὑμετέρας δυσπι στίας. Περὶ δὲ τῶν μαρτύρων λέγομεν ὑμῖν, ὅπως πάσῃ τιμῇ ὦσιν παρ' ὑμῖν, ὡς καὶ παρ' ἡμῖν τετίμηνται ὁ μακάριος Ἰάκωβος ὁ ἐπίσκοπος καὶ ὁ ἅγιος ἡμῶν συνδιάκονος Στέφα νος. Oὗτοι γάρ εἰσιν καὶ ὑπὸ Θεοῦ μεμακαρισμένοι καὶ ὑπὸ ὁσίων ἀνδρῶν τετιμημένοι, καθαροὶ πάσης πλημμελείας, ἄτρεπτοι πρὸς ἁμαρτίαν, ἀμετάπειστοι τῶν καλῶν, ἀνεν δοίαστοι πρὸς ἐγκώμια, περὶ ὧν καὶ ὁ ∆αυὶδ ἔλεγεν· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Καὶ ὁ Σολομών· «Μνήμη δικαίων μετ' ἐγκωμίων.» Περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν· «Ἄνδρες δίκαιοι αἴρονται.» Ταῦτα δὲ περὶ τῶν κατὰ ἀλήθειαν ὑπὲρ Χριστοῦ μαρτυρησάντων εἴρηται, ἀλλ' οὐ περὶ τῶν ψευδομαρτύρων, περὶ ὧν τὸ λόγιόν φησιν· «"Oνομα δὲ ἀσεβῶν σβέννυται· μάρτυς γὰρ πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος.» Ὁ γὰρ ἐν μαρτυρίῳ ἐξελθὼν ἀψευδῶς ὑπὲρ τῆς ἀληθείας, οὗτος ἀληθινὸς μάρτυς, ἀξιόπιστος ἐν οἷς συνηγωνίσατο τῷ λόγῳ τῆς εὐσεβείας διὰ τοῦ οἰκείου αἵματος. Παραινοῦμεν δὲ ὑμῖν, ἀδελφοὶ καὶ σύνδουλοι, φεύ γειν τὰς ματαιολογίας καὶ τὰς αἰσχρολογίας καὶ τὰς εὐτρα πελίας, μέθας, λαγνείας, θρύψεις καὶ τὰς ἀμέτρους ὀργὰς σὺν ταῖς μωρολογίαις, ὅτι οὐδὲ ἐν ταῖς κυριακαῖς ἡμέραις τῶν εὐφροσυνῶν ὑμῶν ἐπιτρέπομεν ὑμῖν ἄσεμνόν τι ἢ φθέγγεσθαι ἢ πράττειν. Λέγει γάρ που καὶ ἡ γραφή· «∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.» Καὶ τὰς ἀγαλλιάσεις οὖν ὑμῶν μετὰ φόβου καὶ τρόμου γίνεσθαι χρή. Ὁ γάρ τοι χριστιανὸς ὁ πιστὸς οὐδὲ ᾠδὴν ἐθνικὴν ὀφείλει λέγειν οὔτε ¶σμα πορνικόν, ἐπεὶ συμβήσεται αὐτῷ διὰ τῆς ᾠδῆς εἰδώλων μνημονεύειν ὀνόματα δαιμονικά, καὶ ἀντὶ τοῦ ἁγίου Πνεύματος εἰσφρήσει ἐν αὐτῷ