Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἀνίησιν ἀγαθοὺς, οἵπερ ἂν εἶεν οὐκ ἀνάρμοστοι τῷ προσώπῳ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι, σαρκωθέντι τε καὶ ἐνανθρωπήσαντι, καὶ τὴν τοῦ δούλου λαβόντι μορ φήν. Ἐπειδὴ γὰρ, φησὶν, ὦ Πάτερ, τὰς κατὰ νόμον θυσίας οὐκ ἠθέλησας, ἀνάμνησιν μόνον ἐχούσας ἁμαρτιῶν καὶ ἔλεγχον, οὐ μὴν καὶ ἄφεσιν, ἥκω σῶμα λαβὼν ὅπερ μοι αὐτὸς κατηρτίσω. Πνεῦμα γὰρ ἅγιον καὶ Ὑψίστου δύναμις ἐπεσκίασε τῇ ἁγίᾳ Παρθένῳ. Ἥκω δὲ, ἵνα τὸ σὸν ποιήσω θέλημα· ὅπερ ἐστὶ τὸ, ἐμαυτὸν προσενεγκεῖν ὥσπερ ἄμωμον ἱερεῖον, ἴνα στήσω τὰ ἐν νόμῳ περιελεῖν ἁμαρτίας οὐ δυνάμενα. Τούτῳ φαμὲν ἐοικέναι τὸ δι' αὐτοῦ Χριστοῦ σαφῶς εἰρημένον, ὅτι "Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχὶ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με." Παρέσχεν οὖν ἀφορμὴν τοῦ ὅλον ψαλμὸν εἰρῆσθαι ὑπ' αὐτοῦ, τηροῦντα τὸ αὐτὸ πρόσ ωπον μέχρι τέλους τοῦ λέγοντος. Παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς, καθ' ὃν θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς ὁ Θεὸς, κατηρτίσατο ἐκ τῆς Παρθένου σῶμα τῷ Υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα· καὶ περὶ ἁμαρ τίας εἰπόντος τοῦ Σωτῆρος τῷ Πατρί· Ἰδοὺ ἥκω κατὰ τὸ θέλημά σου· καθ' ὃ θέλημα ἦρεν τὴν ἁμαρ τίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ τῆς πάντων ἁμαρτίας· ἵνα ἀφέσεως γενομένης, μη κέτι χρεία ᾖ τῆς περὶ ἁμαρτιῶν θυσίας. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. (A f. 220 b, I f. 205) Κεφαλίδα ἔφη τὴν οἱονεὶ πε 69.989 ριοχὴν τῶν οὐσῶν ἐννοιῶν ἐν αὐτῇ· αὖται δέ εἰσιν αἱ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ προφήτης Ἰεζεκιὴλ κεφαλίδα βιβλίου τὴν οἱονεὶ σύμπασαν περιοχὴν τῆς ἑαυτοῦ προφητείας ὀνομάσας εὑρίσκεται. Τὸ δὲ, "Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ," οὕτω νοητέον· Βιβλίον μὲν πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγ γραμμα, κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ τὰ κατὰ τὸν Ἰσαὰκ γέγραπται εἰς Χριστὸν ὀρθῶς ἀναφερόμενα. Ὅτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς ἐκεῖνο συνεὶς ὅπερ ὁ Παῦλός φησιν, ὅτι "Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός." Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών. Ἀρχὴ δὲ πάλιν τῆς γυναικὸς ὁ ἀνὴρ, ὅτι ἐκ τοῦ ἀν δρὸς αὐτῆς ἐλήφθη· Χριστοῦ δὲ ἀρχὴ ὁ Θεὸς, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρ χον ἔχει τὸν γεννήσαντα μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ. Τούτους τοὺς στίχους καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαί φησιν. Εἰπὼν γὰρ ὅτι τὸ αἷμα τῶν ζώων ἀφελεῖν ἁμαρτίας οὐκ ἠδύνατο, ἐπάγει· "∆ιὸ εἰσερ χόμενος ὁ Χριστὸς εἰς τὸν κόσμον, λέγει πρὸς τὸν Πατέρα, ὅτι Οὐδένα τρόπον προσφορᾶς ᾑρετίσω τῆς κατὰ νόμον, οὐ περὶ σωτηρίας, οὐ περὶ ἁμαρτίας, ἐμοὶ δὲ σῶμα κατηρτίσω· καὶ ἀφῖγμαι, φησὶν, ἤγουν, ἔφην, ἥκω, ἵνα τὸ σὸν ποιήσω θέλημα." Εἶτα προστί θησιν· "Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ·" τουτέστιν ἐκβάλλει τὰς θυσίας, ἵνα κυρώσῃ τὴν ὑπ' αὐτοῦ προσενεχθεῖσαν θυσίαν· ἀναβαίνει γὰρ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος. Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου. (A f. 220 b, B f. 146) Ἔχων δὲ τὸ σὸν θέλημα κε κρυμμένον ἐν ἐμαυτῷ (τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, "Ἐν μέσῳ τῆς κοιλίας μου"), τοῖς γνησίοις αὐτὸ ἐναργὲς καταστήσω. Εἰδέναι γὰρ ἡμᾶς ἀναγκαῖον, ὅτι τὰ τῶν μαθημάτων ἐξῃρημένα τοῖς ἐξειλεγμένοις προσελάλει Χριστὸς, καὶ οὐχ ἅπασιν ἁπλῶς καὶ ἀδιακρίτως προσδιελέγετο. Καὶ γοῦν τοῖς μὲν Ἰου δαίοις ἐν παραβολαῖς ἐλάλει· τοῖς γε μὴν ἁγίοις ἀποστόλοις, ἅτε δὴ καὶ ἀκραιφνῆ τὴν διάνοιαν ἔχουσι καὶ τελεωτάτων μαθημάτων δεκτικὴν, Ὑμῖν δέδοται, φησὶ, γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. Καλὸν δὲ ἡμᾶς τὴν κοιλίαν καθαίρειν ὅτι μάλιστα καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν νόμον Κυρίου ἐν μέσῳ δέχεσθαι. Ψυχῆς δὲ κοιλία, τὸ δοχεῖον τῶν πνευ ματικῶν τροφῶν, εἴτουν τὸ διανοητικόν. Εὐηγγελισάμην