Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καταπιαίνοντος τοὺς αὐτῷ προσκεῖσθαι σπουδάζοντας. Ἀλλ' οἶμαι δὴ δεῖν εἰς θεωρίαν πνευματικὴν ἡμῖν μεταπλάττεσθαι τὸ διήγημα. Καὶ φέρε δὴ λέγωμεν ἀνόπιν ἰόντες, καὶ εἰς ἀρχὴν ἀνατρέχοντες τοῦ παντὸς λόγου. Σαφὲς γὰρ ἂν γένοιτο τοῖς χρηστομαθεῖν ᾑρημένοις τὸ Χριστοῦ μυστήριον. γʹ. Φονῶντα τοίνυν τὸν ἀδελφὸν καὶ θηριωδῶς ἀγριαίνοντα δεδειὼς, ὡς εἰκότως, ὁ θεσπέσιος Ἰακὼβ, τὴν εἰς Χαῤῥάν τε καὶ Λάβαν ἀποδημίαν ἐστέλλετο, συναινοῦντος αὐτῷ τὴν ἀποδρομὴν τοῦ πατρὸς, τουτέστι τοῦ Ἰσαάκ. Ἐδόκει γὰρ ὧδε παρακρούσασθαι δεῖν τοῦ λελυπημένου τὴν ἔφοδον. Ἀφιγμένος δὴ οὖν πρὸς Λάβαν, ἐμνηστεύετο μὲν τὰς τοῦ ἀνδρὸς θυγατέρας, Λείαν τε φημὶ καὶ Ῥαχὴλ, καὶ δὴ καὶ τέκνων ἐπλούτει γονὴν, καὶ θρεμμάτων ἀγέλας, καὶ πρὸς τούτοις ἔτι τὴν ἑτέραν οὐσίαν. Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο λοιπὸν εὐθυνίας, οἶκον ἴδιον ἔχειν ἐσκέπτετο, καὶ ἀπαίρει μὲν τῆς Χαῤῥὰν καὶ τῆς Λάβαν ἑστίας, ὁμοῦ τοῖς πεπορισμένοις, καὶ μὴν καὶ μέρα γυναικῶν καὶ τέκνων. ∆ιώκοντος δὲ τοῦ Λάβαν, κατελαμβάνετο μὲν, συνετίθει δὲ τὰ πρὸς εἰρήνην, καὶ τῆς ἀγάπης τὸν σύνδεσμον ἐβεβαίου Χριστός. Ἀνεστηλοῦτο γὰρ ὁ λίθος εἰς τύπον αὐτοῦ. Εἶτα μετὰ τοῦτο μεταθέοντος οἶκαδε 69.260 λοιπὸν καὶ ἀποιχομένου τοῦ Λάβαν, συμβέβηκεν εἰς εἰρήνην καὶ αὐτῷ τῷ πάλαι φονῶντι καὶ ἀγριαίνοντι, τουτέστιν Ἡσαῦ. Κατησπάζοντο γὰρ ἀλλήλους, καταχωννύντες τρόπον τινὰ ταῖς εἰς φιλαλληλίαν συνδρομαῖς, τὴν ἐπὶ τοῖς φθάσασι δυσθυμίαν. Ἐν τούτοις μὲν ὁ σύμπας τῆς ἱστορίας διεπεραίνετο λόγος, μεμνήμεθα δὲ καὶ ἡμεῖς τῷ μὲν Ἰακὼβ τὸ αὐτοῦ τοῦ Χριστοῦ περιθέντες πρόσωπον, εἰς δέ που καὶ τὸ τῶν ἐν πίστει δεδικαιωμένων. Τὸν δέ γε Ἡσαῦ ἀνατυποῦν ἔφαμεν ἐφ' ἑαυτῷ τὸν ἐκ περιτομῆς καὶ ἐν νόμῳ λαόν· μάλισθ' ὅτι καὶ αὐτὸς ὁ πάντων ∆εσπότης Θεὸς ἐν ὠδῖσιν ἔτι τὴν τῶν νεανίσκων ἐχούσῃ δυάδα, τῇ Ῥεβέκκᾳ φησί· ∆ύο ἔθνη καὶ δύο λαοὶ ἐκ κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὃ δὴ καὶ τετέλεσται διὰ Χριστοῦ. Πρῶτοι γὰρ ὄντες ὡς κατὰ χρόνον οἱ ἐξ Ἰσραὴλ, ὠνομασμένοι διὰ τοῦτο πρωτότοκοι, κατόπιν γεγόνασι, καὶ εἰς νῶτον τέθεινται τῶν διὰ πίστεως ἐν Χριστῷ, οἳ καὶ τὴν τοῦ πρωτοτόκου κεκληρονομήκασι δόξαν, διὰ τὸν ἐν αὐτοῖς πρωτότοκον, εἰ καὶ ἔστι μονογενὴς, ᾧ καὶ σύμμορφοι γεγόνασι, τὴν διὰ πνεύματος ἀναγέννησιν ἔχοντες εἰς ἀφθαρσίαν τε καὶ ἁγιασμόν. Φθόνῳ οὖν διακεκαυμένος, Ἡσαῦ, τουτέστιν ὁ Ἰσραὴλ, ἐδίωκε τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Χριστόν. Ἀδιαφορεῖ δὲ, ὡς ἔφην, ἐν τούτοις ἡμῖν ὁ λόγος, τὸ πρέπον ἀεὶ θηρώμενος, καὶ ποτὲ μὲν εἰς Χριστὸν ἀναφέρων τὸν Ἰακὼβ, ποτὲ δὲ εἰς τὸν νέον ἐν πίστει λαόν. ∆εδιωγμένος δὲ τρόπον τινὰ καὶ οὐχ ἑκὼν ὁ Χριστὸς εἰς τὴν τῶν ἐθνῶν ἀπεδήμησε χώραν, διαῤῥήδην ἀνακεκραγώς· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγεννήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Ἀλλὰ καὶ ταῖς ἐν τῷ κήπῳ γυναιξὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐξ ἡμερότητος καὶ φιλανθρωπίας ἑαυτὸν ἐμφανῆ καθίστη, λέγων· Ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. Ἀφιγμένος δὴ οὖν εἰς τὴν Γαλιλαίαν, καθὰ καὶ ὁ θεσπέσιος Ἰακὼβ εἰς Χαῤῥὰν, ἐποίμαινε τὰ πρόβατα Λάβαν, τουτέστι τοῦ κόσμου, τοῦ τῇ κτίσει λελατρευκότος, καὶ πεπλανημένου, καθὰ καὶ ὁ Λάβαν. Ἐκεῖ γεγονὼς, οἷά τις νυμφίος εἰσοικίζεται νοητῶς παρθένον ἁγνὴν, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τουτέστι Ῥαχὴλ, συνεισάγων αὐτῇ καὶ τὴν ἤδη διὰ νόμου προκατεζευγμένην αὐτῷ, τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἧς τύπος ἡ Λεία. Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, εἰ καὶ μὴ πᾶσα τυχὸν ἡ πληθὺς τὴν διὰ πίστεως ἐν Χριστῷ τετίμηκε χάριν. Ἀναδεδειγμένος δὴ οὖν ὁ νυμφίος παρὰ τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ ἀναγεννήσας τῇ χάριτι πλείστους ὅσους εἰς υἱοθεσίαν ἐν πνεύματι, καὶ θρεμμάτων λογικῶν οὐκ εὐαρίθμητον ἀληθῶς ἀθροίσας ἀγέλην, ἐδιώχθη παρὰ τοῦ