91
χεῖρα. ἄρχει δ' αὐτῶν καὶ ἡ Ἑκάτη ὡς συνέχουσα τὸ τρίστοιχον.» Καὶ πάλιν φησίν· 4.23.7 «Ἔτι παραθεὶς ἓν χρηστήριον, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον· ἥδ' ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος, ταυρῶπις, τρικάρηνος, ἀπηνής, χρυσοβέλεμνος, Φοίβη ἀπειρολεχής, φαεσίμβροτος Εἰλείθυια, τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα· αἰθέρι μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις, ἠέρα δ' ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι· γαῖα δ' ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει.» 4.23.8 Οἷς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς, τίνες οἱ σκύλακες· ὅτι οἱ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς, ἀλλ' οὐδὲν ἀγαθὸν ἐπαγομένους τοὺς παρὰ τοῖς πολλοῖς θεολογουμένους φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν.
5.pin.t Ε ΤΑ∆Ε ΤΟ ΠΕΜΠΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ
ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 5.pin.1 αʹ. Ἔτι περὶ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖα καὶ χρηστήρια· καὶ ὡς καθῄρηται πάντα καὶ ἐκλέλοιπεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν βʹ. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας γʹ. Ὅτι πολυσχιδὴς καὶ πολυγνώμων ἡ περὶ θεῶν τοῖς Ἕλλησι συνέστη δεισιδαιμονία δʹ. Περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖά τε καὶ χρηστήρια εʹ. Περὶ τοῦ λανθανούσας δαιμόνων περιέχειν ἱστορίας τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις ʹ. Ὡς θανάτου ποιητικοί εἰσιν οἱ λεγόμενοι αὐτῶν ἀγαθοὶ δαίμονες ζʹ. Ὅτι καὶ ἐρωτικαῖς ἡδυπαθείαις ἐξυπηρετοῦνται, καὶ ποίαις ἕκαστος αὐτῶν χαίρει ηʹ. Ὅτι μαγγανείαις καθέλκονται καὶ παρὰ γνώμην ἀναγκάζονται ταῖς ἀνθρωπίνας βουλαῖς δουλεύειν θʹ. Ὅτι οὐδὲ ἀφ' ἑαυτῶν ἀναχωρεῖν δύνανται ιʹ. Ὁποίαις μεθόδοις οἱ θαυμάσιοι αὐτῶν θεοὶ τοῖς γόησιν ὑποτάττονται ιαʹ. Ὅτι οἱ δαίμονες, οὓς δὴ θεοὺς ὑπειλήφασιν, ἀνθρώπους ἐδίδαξαν τὰς οἰκείας περιεργίας ιβʹ. Ὅτι καὶ τὰ ἀγάλματα μαγικῶς αὐτοὶ κατασκευάζειν ἐδίδαξαν ιγʹ. Ὅτι καὶ τὰς μορφὰς τῶν ξοάνων αὐτοὶ κατέδειξαν ιδʹ. Ὅτι καὶ μαγεύειν προτρέπουσιν ιεʹ. Ὅτι καὶ τὰς ἀψύχους ὕλας φιλοῦσιν ιʹ. Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ιζʹ. Περὶ τοῦ καὶ θνήσκειν τοὺς δαίμονας, οὓς δὴ ὡς θεοὺς τιμῶσιν ιηʹ. Περὶ τῶν παρὰ τοῖς παλαιοῖς Ἕλλησιν μνημονευομένων χρηστηρίων ιθʹ. Πρὸς τὸν Ἀπόλλω κελεύσαντα δὶς ἑπτὰ παῖδάς τε καὶ κόρας σφαγησομένους ἐκπέμπεσθαι Κρησὶν ὑπὸ Ἀθηναίων κʹ. Ὡς πολλοῖς θανάτου γέγονεν αἴτιος ὁ Ἀπόλλων διὰ τῆς χρησμῶν ἀμφιβολίας καʹ. Ὡς καὶ τῷ Κροίσῳ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν πάλιν δι' ἀμφιβόλου χρησμοῦ κατέστη αἴτιος κβʹ. Ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας κγʹ. Ὅτι τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτονται κδʹ. Ὅτι μηδὲν δυνάμενοι βοηθεῖν ἐν ταῖς τῶν πολέμων συμφοραῖς δι' ἀμφιβόλων χρησμῶν ἐσοφίζοντο καὶ ἠπάτων τοὺς πρόσφυγας κεʹ. Ὡς τοὺς χρωμένους αὐτοῖς ἐξέκαιον εἰς τὸν κατ' ἀλλήλων πόλεμον κʹ. Τὰ περὶ Λυκούργου τοῦ Λακεδαιμονίων νομοθέτου ὅτι μὴ θεοῦ ἄξια κζʹ. Ὅτι οὐ περὶ σπουδαίων πραγμάτων τοὺς χρησμοὺς ἐποιοῦντο κηʹ. Ὅτι κοινοῖς καὶ ἀνθρωπίνοις λογισμοῖς τὰ πρακτέα συνεβούλευον κθʹ. Ὅτι καὶ ἀφιλοσόφως τὰ πολλὰ παρῄνουν λʹ. Ὅτι καὶ συνεμερίζοντο τοῖς ἀδικοῦσιν λαʹ. Ὅτι καὶ τοὺς ποιητὰς οὐδὲν φιλοσόφου βίου ἄξιον ἐπιδεδειγμένους κατὰ τὰς τῶν πολλῶν δόξας ἀκρίτως ἀνύμνουν λβʹ. Ὅτι καὶ πύκτας ἄνδρας καὶ ἀθλητὰς ἰσοθέοις τιμαῖς γεραίρειν παρεκελεύοντο λγʹ. Ὅτι καὶ τοὺς τυράννους ἐκολάκευον λδʹ. Ὅτι καὶ τὴν ἄψυχον ὕλην σέβειν προσέταττον Ε 5.1.1 αʹ.