ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα καὶ λανθάνουσιν ἐπισπώμενοι τὸν σφαγέα. καὶ τοῦτο δηλοῦν φαίνεται καὶ ὁ ποιητὴς ἐν τῷ εἰπεῖν πάνυ γοργῶς, ὅτι καθὰ λέων ἕλκει δόρυ, οὕτω καὶ τῷ Ἰφιδάμαντι ἐπίσπαστρον οἷον εἰς ὄλεθρον τὸ οἰκεῖον δόρυ γέγονεν. ἀφραίνει ἄρα ὁ ῥηθεὶς πρωθήβης, μὴ ἀφιεὶς τὸ δόρυ, ἀλλ' ἐφελκόμενος δι' αὐτοῦ εἰς θάνατον. Τὸ δὲ λίς κατὰ μὲν Ἀρίσταρχον, 3.186 ὥς φασιν οἱ περὶ Ἀπίωνα καὶ Ἡρόδωρον, ὀξύνεται, συνεξομοιούμενον τῷ χαρακτῆρι τοῦ κίς κιός, ἔτι δὲ καὶ τῷ τίς καὶ θίς καὶ ῥίς, εἰ καὶ διαφόρως ταῦτα κλίνεται πρὸς τὸ λίς. ὁ Αἰσχρίων δέ, φασί, περισπᾷ διὰ τὸ καὶ τὴν αἰτιατικὴν περισπᾶσθαι. ὡς γὰρ μῦς μῦν, δρῦς δρῦν, οὕτω καὶ λῖς λῖν. εἰ δὲ μηδὲν τῶν εἰς ˉιˉς περισπᾶται, ἀλλ' ὁ Αἰσχρίων τοῦτο ἐποίει, ἐκφεύγων θηλυκὸν ἐπίθετον ὀξύτονον τὸ «λὶς πέτρη», ἐν Ὀδυσσείᾳ ῥηθέν. καὶ οὕτω μὲν ἐκεῖνος τὸ λίς, ὁ λέων, περιέσπα πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ, ἀλλ' ἡ παράδοσίς, φασί, τῷ Ἀριστάρχῳ πείθεται. (ῃ. 241-5) Ὅτι ἐν τῷ «ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον οἰκτρὸς ἄπο μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, κουριδίης, ἧς οὔτι χάριν ἴδε, πολλὰ δ' ἔδωκε. πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι' ὑπέστη», αἶγας ὁμοῦ καὶ ὄϊς, «τά οἱ ἄσπετα ποιμαίνοντο» χάλκεον μὲν ὕπνον ἢ τὸν ἐκ σιδήρου φησὶ ἢ τὸν στερρὸν διὰ τὸ ἀνέγερτον, ὥς που καὶ χάλκεον ἔφη δεσμὸν καὶ οὐρανόν, ἢ καὶ τὸν οὐ μαλακόν, ὁποῖον καὶ τὸ ἀλλαχοῦ μαλακὸν κῶμα, ἀλλὰ σκληρόν. (ῃ. 242) Τὸ δὲ «οἰκτρός», ὅ ἐστιν οἴκτου ἄξιος, δηλοῖ ὡς οἰκτίζεται τὸν Ἰφιδάμαντα καὶ ὁ ποιητής, οὕτω νέον καὶ ἀπὸ θαλάμου ἐξ ὑπογύου, ὡς ἐρρέθη, μετὰ κλέος Ἀχαιῶν ἐλθόντα διὰ τὸ φύσει φιλοπόλεμον. τοιοῦτοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος δηλοῖ λέγων «γλυκὺς ἀπείρῳ πόλεμος. πεπειραμένων δέ τις ταρβεῖ προσιόντα». Φαίνεται δ' ἐν τοῖς πρὸ τούτου ὁ ποιητὴς καὶ τὸν Πρωτεσίλαον ὁμοίως οἰκτισάμενος. Ἀστοῖς δὲ ἀρήγων, τοῖς ἑαυτοῦ δηλαδή, τοῖς Τρωσίν. αὐτοὶ γὰρ ἀστοὶ τῷ Ἰφιδάμαντι, εἰ καὶ ἀσαφῶς ἔχειν δοκεῖ διὰ τὸ τῆς μετρικῆς συνθήκης ὑπερβατόν. (ῃ. 243) Τὸ γὰρ «κουριδίης» οὐ συντάσσεται τοῖς ἀστοῖς, ἀλλ' ὑπερβατῶς μετὰ τὸ «ἄπο μνηστῆς ἀλόχου» ὕστερον ἐπίτηδες κεῖται, ἵνα εὐθὺς ἐπισυνάψῃ συνεχῶς τὴν περὶ τῆς ἀλόχου ἱστορίαν. Τὸ δὲ «ἧς οὔτι χάριν ἴδε» συλλαμβάνεται μέν τι καὶ πρὸς τὸ ἐν τοῖς ἑξῆς που ῥηθησόμενον χαριέστατον τῆς ἥβης, βοηθεῖ δὲ καὶ εἰς τὴν τραγικὴν τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν. Μάλιστα δὲ χάρις ἐνταῦθά ἐστι ἐκ τεκνοποιΐας καὶ μακρᾶς συμβιώσεως καλόν, ὧν στερηθεὶς ὁ Ἰφιδάμας, ὡς πρὸ ὥρας θανών, ἡμιτελῆ τὸν δόμον καὶ αὐτὸς ἔλιπεν. [Ἰστέον δὲ ὅτι τὸ «ἧς χάριν», τοῦτο δὴ τὸ Ὁμηρικόν, ἐνάγει νοεῖν, ὅτι τὸ χάριν ἀντὶ τοῦ ἕνεκεν ὄνομα ὂν ἐπιρρηματικὸν ἐντεῦθέν ποθεν εἴληπται. ὁ γὰρ εἰπών, ὅτι σοῦ χάριν τάδε ποιῶ ἢ ὑπομένω, δηλοῖ πάντως τὸ διὰ σὴν χάριν, ἵνα σοι 3.187 χαρίσωμαι. διαφέρει δὲ τὸ τοιοῦτον αἰτιολογικὸν τοῦ ἕνεκεν, ὅτι αὐτὸ μὲν ἐπὶ μόνων χαρίτων τίθεται τῶν ὑπέρ τινων, τὸ δὲ ἕνεκεν ἁπλῶς αἰτιολογεῖ πλατύτερον, οἷον ἕνεκά σου ὁπλίζομαι, ἤγουν κατὰ σοῦ, ὡς πολεμήσων σοι, οὐ μὴν χάριν σοῦ.] Τὸ δὲ «ἔδωκε» δὶς ῥηθὲν ἐν τέλει ἐννοιῶν κατὰ σχῆμα κάλλους ἀνάγει καὶ τὰ ἕδνα εἰς τὸ δῶρον καθάπερ εἴς τι γένος. (ῃ. 244) Τὸ δὲ «ἑκατὸν βοῦς ἔδωκεν» ἐξηγητικόν πώς ἐστι τοῦ γυνὴ ἀλφεσίβοια, αἱ γὰρ τοιαῦτα ἕδνα λαμβάνουσαι εἶεν ἂν ἀλφεσίβοιαι. [Ὅτι δὲ οὐ ταὐτὸν τὸ ἑκατὸν βοῦς καὶ τὸ ἑκατόμβοιον, πολλαχοῦ φαίνεται. οὕτω δὲ οὐδὲ ἡ ἑκατόμβη ταὐτίζεται τούτοις.] Ἐν δὲ τῷ τόπῳ τούτῳ δηλοῦται καί, ὡς ἐν οὐ πολυτιμήτοις τισὶ παρὰ τοῖς παλαιοῖς ἦν ἡ τῶν ἕδνων μεγαλοπρέπεια. ἐν θρέμμασι γὰρ ὡς τὰ πολλά. [Θρέμματα δ' ἔφαμεν ἄρτι τὰ τετράποδα, οὐ μὴν ἑτεροῖά τινα, ὁποῖον καὶ αἱ περιστεραί, ἃς ὁ Λιβάνιος θρέμμα φησὶ δεινὸν καταδουλώσασθαι νέους.] (ῃ. 244 ς.) Τὸ δὲ «χίλια ὑπέστη», ἤγουν ὑπέσχετο, «αἶγας ὁμοῦ καὶ ὄϊς» καινοπρεπῶς μὲν ἐσχημάτισται, λόγου δὲ ὅμως ἔχεται. τὸ γὰρ χίλια, ὥσπερ καὶ τὸ πολλά, οὐδετέρως λεχθὲν ὡς πρὸς γενικόν τι νοεῖται τὸ ζῷα ἢ θρέμματα ἢ κτήματα. διὸ καὶ ἐλλειπτικῶς εἰρῆσθαι δοκεῖ, ὡς ἐν τῷ χίλια λείποντος τοῦ ζῷα ἢ τοιούτου