οἰκεῖος δὲ ὁ λόγος, ἐπὶ ἀργίᾳ πολιτικῶν συνελεύσεων. ὅτε δέ τις ἀνελπίστως τὴν τοιαύτην ἀργίαν εἰς ἔργον προαγάγηται, οἰκεῖον εἰπεῖν τὸ, νῦν δὲ τίς ὧδ' ἤγειρε. τίνα χρειὼ τόσσον ἵκει, ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσι. (ῃερς. 29.) Καὶ ὅρα τὸ, οἳ προγενέστεροί εἰσιν. ἐνήλλακται γὰρ διὰ ποικιλίαν, ἀπὸ γενικῆς. ἦν γὰρ τὸ ἀκόλουθον, ἠὲ νέων ἀνδρῶν ἢ προγενεστέρων. Τὸ δὲ χρειὼ, χρεῖος ἐρεῖ προϊών. Ὅτι δὲ τὸ ἵκει ἀντὶ τοῦ ἔρχεται ἀεὶ ὁ ποιητὴς διὰ τοῦ ˉι γράφει ἐξ οὗ καὶ τὸ ἱκάνω γίνεται, οὐκ ἔστιν ἀντειπεῖν. ἐπεὶ δὲ οἱ μεθ' Ὅμηρον διὰ τοῦ ˉη ἔγραψαν αὐτὸ, ἔδοξε τοῖς μετ' αὐτοὺς, συμβῆναι εἰς τὸ, τὰ μὲν ἐνεργητικὰ τοῦ ἥκω, ἐν τῷ ˉη γράφεσθαι. τὰ δὲ παθητικὰ, ἐν τῷ ἰῶτα. (ῃερς. 30.) Ὅτι αἰτία κοινῆς ἀγορᾶς, ἢ τὸ ἀγγελίαν τινὰ ἐθέλειν σάφα εἰπεῖν τοῖς πολίταις ὅτε τις πρότερός γε πύθοιτο, ἢ τὸ ἐθελῆσαι δήμιόν τι ἄλλο πιφαύσκεσθαι. καὶ ἔστι τὰ τοιαῦτα, συστατικὰ πολιτείας ὡς μάλιστα. (ῃερς. 31.) Ἔστι δὲ τὸ πύθοιτο, ἀντὶ τοῦ μάθοι. σημαίνει δέ ποτε καὶ τὸ ἐρωτήσοι. (ῃερς. 32.) Τοῦ δὲ πιφαύσκεσθαι διττοῦ ὄντος, δηλοῖ γὰρ καὶ τὸ δεικνύειν ὡς τὸ, πιφαυσκόμενος τὰ ἃ κῆλα, καὶ τὸ λέγειν, ἑρμηνεύων ἐνταῦθα τὴν λέξιν, φησί. πιφαύσκεται ἠδ' ἀγορεύει. μονονουχὶ λέγων ὅτι νῦν τὸ πιφαύσκεται, ἀντὶ τοῦ λέγειν κεῖται. οὕτω δὲ καὶ μετ' ὀλίγα ἐν τῷ, πιφαύσκομαι ἠδ' ἀγορεύω. καὶ μνηστῆρσι πιφαυσκόμενος τάδε εἴρω. (ῃερς. 33.) Ὅτι τοῦ Ἰθακησίου Αἰγυπτίου εἰπόντος ὡς ἐσθλός μοι δοκεῖ εἶναι. ὀνήμενος. εἴθε οἱ αὐτῷ Ζεὺς ἀγαθὸν τελέσειεν, ὅ, τι φρεσὶν ᾗσιν μενοινᾷ, τουτέστιν 1.80 ὁ τὴν ἀγορὰν ἀθροίσας, ἀγαθός μοι δοκεῖ, καὶ ὀνήμενος εἴη τουτέστιν ὄναιτο ταύτης. (ῃερς. 35.) Καὶ εἰς ἀγαθὸν τελεσθείη ὅπερ ἐθέλει, ἔχαιρε τῇ φήμῃ ὁ Τηλέμαχος. ἔστι δὲ φήμη, λόγος δηλωτικὸς μέλλοντός τινος ἐξ αὐτομάτου λαλούμενος. καὶ τοίνυν τὴν τοιαύτην φήμην τοῦ γέροντος εἰς ἀγαθὸν δεξάμενος οἰωνὸν, ἀνέστη δημηγορήσων. οὕτω καὶ ἐν Ἰλιάδι τῆς Ἀφροδίτης εἰπούσης τῇ Ἥρᾳ, οὐδέσε φημὶ ἄπρακτον γενέεσθαι, ὅ, τι φρεσὶ σῇσι μενοινᾷς, φήμην ἡ Ἥρα τὸ πρᾶγμα νοεῖ. καὶ τῇ ἀπάτῃ τοῦ ∆ιὸς ἐγχειρεῖ, καὶ ἐπιτυγχάνει. καὶ Ὀδυσσεὺς δέ που ἐν τοῖς ἑξῆς, τέρας μὲν ἔξωθεν ζητήσας ἐκ ∆ιὸς, φήμην δὲ ἔνδοθεν ἐκ τῶν ἐν τῷ αὐτοῦ οἴκῳ, ἀκούει φήμην ἀγαθὴν καὶ θαῤῥεῖ ἐφ' οἷς ἀνδρίσεται. φέρεται δὲ λόγος, καὶ πόλιν Ἰταλικὴν ἐκ τοιαύτης αἰτίας κλῆσιν εὑρεῖν. ἡ μὲν γὰρ, ἐπολιοκρεῖτο. ἀνὴρ δὲ πολέμιος πελάσας, χαῖρε ἤκουσε πρός τινος τῶν ἐπὶ τοῦ τείχους. κἀκεῖνος οἰωνίσατο. καὶ ἡ πόλις νικηθεῖσα, Καῖρε ἐκλήθη δι' ἐκεῖνο τὸ χαῖρε, βαρβαρισθεῖσα κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἰστέον δὲ ὅτι τὸ ὀνήμενος, κοινότερον μὲν, ἐκ τοῦ ὀνῶ ὄνημι παρῆκται. ὁμοίως τῷ, διζῶ δίζημι, ὅθεν τὸ, ἵππους διζήμενος. καὶ τῷ, φιλῶ φίλημι ὅθεν τὸ φίλατο παρ' Ὁμήρῳ. καὶ τῷ, αἰνῶ αἴνημι. ὡς τὸ, οὔ μιν ἔγωγ' αἴνημι. καὶ ἄλλοις μυρίοις. ὁ δὲ Ἀλεξανδρεὺς Ἡρακλείδης, καινήν τινα περιεργίαν ἑτεροίαν ὑποβάλλει ἐν οἷς γράφει οὕτως. ὁ ἐνεργητικὸς παρατατικὸς ὅτε τὸ θεματικὸν ˉω εἰς τὴν οˉυ δίφθογγον μεταθῇ, πλεονάζει τὸ ˉν ἐπὶ τέλους. οἷον. ἠχῶ ἤχουν, οἰκῶ ᾤκουν ὀκνῶ ὤκνουν. οὐκοῦν ἀπὸ τοῦ ὦ ἐνεργητικοῦ ὑπαρκτικοῦ θέματος, εἴη ἂν ὁ ἐνεργητικὸς παρατατικὸς, οὖν ἀντὶ τοῦ ὑπῆρχον. καὶ παθητικὸς οὔμην. ἐξ ὧν Αἰολικῶς ὁ οὗν, γέγονεν ἦν. καὶ ὁ οὔμην, ἤμην. Αἰολεῖς γάρ φησι τὴν οˉυ δίφθογγον παρατέλευτον οὖσαν ἐν τοῖς τοιούτοις, εἰς ˉη μετατιθέασιν. οἳ καὶ τὸ ἐκαλούμην καὶ ἐνοούμην καὶ ὅσα ὅμοια τῆς πρώτης συζυγίας τῶν περισπωμένων, ἐκαλήμην καὶ ἐνοήμην λέγουσι. καὶ ἐπὶ μετοχῶν, καλήμενος καὶ νοήμενος. μεταπιπτούσης τῆς οˉυ διφθόγγου εἰς τὸ ἦτα. δίδωσιν οὖν ὁ εἰρημένος Ἡρακλείδης, καὶ τοῦ ὀνήμενος Αἰολέων διαλέκτῳ ἀρχὴν εἶναι τὸ ὀνούμενος. δῆλον δ' ὅτι ἐκ τοῦ ὡς ἐῤῥέθη ὄνημι, καὶ τὸ ὤνητο διὰ τοῦ ἦτα παρῆκται. καὶ τὸ ὤνατο. καὶ τὸ ὄνασθαι. καὶ ὠνάμην. καὶ ὀνάμενος. καὶ εἴ τι ἄλλο τοιοῦτον. (ῃερς. 36.) Ὅτι μετὰ τὴν ῥηθεῖσαν φήμην μενοινήσας ὁ Τηλέμαχος, ἔστη ἐν μέσῃ ἀγορᾷ. σύνηθες ποιῶν. ὡς ἂν ἐξ ἴσου πάντοθεν ἀκούοιτο. Ἀγαμέμνων μέντοι ἐν Ἰλιάδι ἅπαξ ποτὲ κατ' ἀνάγκην μὴ οὕτω ποιήσας ἀλλ' αὐτόθεν ἐξ ἕδρης λαλήσας,