91
πλείω φησίν, ὡς τινές, ἐπὶ κςʹ βασιλέως Ἀσσυρίων Ταυτάνου· ὁ δὲ τοὺς πάντας κγʹ ἀπὸ Βήλου καὶ τὴν Τροίας ἅλωσιν καὶ μετὰ ταῦτα α ἔτη· ὅπερ ἀδύνατον. ἵνα γὰρ κβʹ ἀπὸ Βήλου τις ὑπολάβοι τὸν Ταύτανον πρὸ τοῦ ἐσχάτου Σαρδαναπάλου, καὶ οὕτω πολλοῖς ἐλαττω θήσεται χρόνοις ὁ Κεφαλίων πρὸς τὸν ∆ιόδωρον. καὶ ἁπλῶς εἰπεῖν ἐξ 197 ἁπάντων τὸ ἄτοπον ἑνὶ τῶν ἀμφοτέρων συνάγεται, ἵνα μὴ λέγω καὶ τοῖς δυσί, διὰ τὸ μᾶλλον τὸν ∆ιόδωρον τῇ ἀληθείᾳ προσεγγίζειν, πλείω τῶν ατʹ εἰρηκότα τὸν ὅλον τῆς Ἀσσυρίων ἀρχῆς χρόνον καὶ αὐτὸν ἀπὸ Νίνου ἕως Σαρδαναπάλου. Ὁ μέντοι Εὐσέβιος καίπερ πραγματείαν οὐ τὴν τυχοῦσαν συλλεξάμενος φιλοπόνως καὶ ταύτῃ τὴν ἑαυτοῦ χρονικὴν συγγραφὴν κατασεμνύνας, τάς τε προκειμένας χρήσεις ∆ιοδώρου καὶ Κεφαλίωνος προθείς, ἐν λζʹ βασι λεῦσι τὴν Ἀσσυρίων ἀρχὴν περιέλαβεν, ἔτεσι δὲ ατʹ, τῷ Κάστορι μᾶλλον ἀκολουθήσας, οὗ καὶ μαρτυρίαν παρήγαγε, ασπʹ ἔτη φάσκουσαν τοὺς Ἀσσυρίων βασιλεῖς ἄρξαι, καὶ τοῦτο διὰ τὸ συμβάλλεσθαι τῷ παραλο γισμῷ αὐτοῦ κατὰ τοὺς χρόνους, ὃν πέπονθεν ἐν τοῖς ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ χρόνοις, μὴ χρονολογήσας μετὰ τὸν κατακλυσμὸν Καϊνᾶν υἱὸν τοῦ Ἀρφαξάδ, ὃν ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς ἐν τῷ κατ' αὐτὸν εὐαγγελίῳ ιγʹ ἀπὸ τοῦ Ἀδὰμ ἐγενεαλόγησεν, ἡ δὲ τῆς Γενέσεως πρώτη Μωυσέως βίβλος τῷ ρλʹ ἔτει αὐτοῦ φησι τὸν αὐτὸν Καϊνᾶν γεγεννηκέναι τὸν Σάλα ἐν τοῖς ἠκριβωμένοις τῶν ἀντιγράφων, ὡς καὶ ἡμεῖς ἐστοιχειώ σαμεν. ἔν τισι γὰρ τῷ ρλθʹ φέρεται αὐτοῦ Καϊνᾶν. Θαυμάσαι δέ μοι μεγάλως ἔπεστιν ὅπως ὁ αὐτὸς κατά τινας κληθεὶς φρόνιμος Εὐσέβιος, δηλαδὴ κατὰ ἀντίφρασιν, οὕτω προδήλως ταῖς θείαις γραφαῖς ἀντιπεσεῖν τετόλμηκεν, ὁ πᾶσαν ἀκρίβειαν ἐπαγγειλάμενος καὶ τἀληθοῦς εὕρεσιν, ὥς φησιν, ἐκ τῆς παρ' Ἑβραίοις καὶ Σαμαρείταις καὶ τοῖς οʹ ἑρμηνευταῖς φερομένης διαπεφωνημένης γραφῆς διὰ τὸ τῶν ἀντι γράφων ἀσύμφωνον, καὶ τριχῶς παραθέμενος τοὺς χρόνους, ἐν οὐδεμιᾷ τῶν τριῶν παραθέσει τοῦ μετὰ τὸν κατακλυσμὸν Καϊνᾶν υἱοῦ Ἀρφαξὰδ ἐμνήσθη. εἰ γὰρ ἐν ταύταις οὐχ ηὕρηται, πόθεν αἱ ἀνὰ πάσας τὰς ἐκ κλησίας τοῦ Χριστοῦ ἀναγινωσκόμεναι ἱεραὶ βίβλοι τῆς Γενέσεως τοῦτον ἐμφαίνουσι; πόθεν δὲ καὶ ὁ Λουκᾶς ὁ θειότατος, ὁ πᾶσαν θείαν τε καὶ ἀνθρωπίνην ἠσκημένος φιλοσοφίαν καὶ μυρίων Εὐσεβίων ἀσυγκρίτως προὔχων, ἐν τῇ ἱερᾷ καὶ εὐαγγελικῇ αὐτοῦ βίβλῳ ιγʹ ἐξ Ἀδὰμ ἔθετο τοῦ τον; ἀποδέδεικται μὲν οὖν οὗτος καὶ ἑτέροις πρὸ ἡμῶν διημαρτηκὼς 198 ἐτῶν ἀριθμῶν κατ' ἐλάττωσιν ςζʹ ἀπὸ Ἀδὰμ ἕως τῆς εἰκοσαετηρίδος Κωνσταντίνου τοῦ μεγάλου καὶ πανευσεβοῦς βασιλέως Χριστιανῶν αʹ. ἀντὶ γὰρ εωιςʹ ἐτῶν εφκζʹ συνελογίσατο. οὐκοῦν πρόδηλον ὅτι διὰ τὸν ἑαυτοῦ παραλογισμὸν καὶ τοὺς Ἀσσυρίων χρόνους ἠλάττωσε καὶ τὴν ἅλω σιν Τροίας οὐκ ἀληθῶς ἐστοιχείωσε. ταῦτα δὲ ἡμῖν ἐνταῦθα οὐ παρέργως ἐπεσημάνθη, ἀλλὰ διὰ τὸ ἀναγκαῖον εἶναι τὸν ἀκριβῆ χρόνον τῆς τε ἁλώ σεως Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ πυρπολήσεως καὶ αἰχμαλωσίας τῆς τε τῶν φυλῶν ἐν Σαμαρείᾳ γεγονυίας καὶ τῆς τῶν φυλῶν ἐπὶ Ναβουχοδονόσωρ βασιλέως Χαλδαίων ἀπὸ Ναβονασάρου.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων νςʹ ἐβασίλευσεν Ὀχυρὰς ἔτη ιδʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος δσοηʹ. Αἰγυπτίων νζʹ ἐβασίλευσεν Ἀμενδὴς ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δςζβʹ. Αἰγυπτίων νηʹ ἐβασίλευσε Θούωρις ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτιθʹ. Οὗτός ἐστιν ὁ παρ' Ὁμήρῳ Πόλυβος Ἀλκάνδρας ἀνὴρ ἐν Ὀδυσσείᾳφερόμενος, παρ' ᾧ φησι τὸν Μενέλαον σὺν τῇ Ἑλένῃ μετὰ τὴν ἅλωσιν Τροίας κατῆχθαι πλανώμενον. Αἰγυπτίων νθʹ ἐβασίλευσεν Ἄθωθις ὁ καὶ Φουσανός, ἐφ' οὗ σεισμοὶ κατὰ τὴν Αἴγυπτον ἐγένοντο, μηδέπω γεγονότες ἐν αὐτῇ πρὸ τούτου, ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτξθʹ. Αἰγυπτίων ξʹ ἐβασίλευσε Κενκένης ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτζζʹ. Αἰγυπτίων ξαʹ ἐβασίλευσεν Οὐέννεφις ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυλςʹ.