91
τρίτον, τὸν θεῖον αὐτῷ Μαρκέσην πρὸς αὐτὸν ἀποστεῖλαι ἀρτίως ἥκοντα ἐκ Λουμπαρδίας, ἅμα μὲν ἐπιθυμίαν ἔχοντα αὐτῷ συγγενέσθαι χρόνον ἤδη συχνὸν ἀποδημοῦντι, ἅμα δ' ἵνα χρήσηται αὐτῷ καὶ πρεσβευτῇ πρὸς αὐτόν.» ὁ μὲν οὖν Μαρούλης εἰπὼν, ὡς ποιήσει τὸ κελευσθὲν, ἀπῆλθεν. ὁ μέντοι Μαρκέσης Θεόδωρος υἱὸς βασιλέως ἦν τοῦ πρεσβυτέρου ἐκ βασιλίδος Εἰρήνης τῆς θυγατρὸς Μαρκέση Μούντης Φαράντες τοῦ Λουμπαρδίας ἄρχοντος μέρους γεγενημένος· κατὰ δὲ μητρῷον κλῆρον εἰς Λουμπαρδίαν ἀπελθὼν, ἦρχεν ἐκεῖ τὴν μητρόθεν αὐτῷ προσήκουσαν ἀρχήν. τότε δὲ εἰς Βυζάντιον ἔτυχεν ἐλθὼν, ἅμα μὲν ὀψόμενος τοὺς συγγενεῖς, ἅμα δ', ἵνα καὶ παρὰ βασιλέως τοῦ πατρὸς εὐεργετηθῇ· τοῦτο δ' ἦν αὐτῷ ποιεῖν ἐξ ἔθους κατά τινας περιόδους ἐτῶν. ὁ δὲ Μαρούλης μετὰ μικρὸν ἐκ βασιλέως ἐλθὼν, ἀπήγγειλε τῷ νέῳ βασιλεῖ 1.257 ὡς εἴη μεμηνυκὼς αὐτῷ βασιλεὺς ὁ πάππος τῶν ἐνθένδε ἀναχωρεῖν, μηδ' ἱστάμενον αὐτοῦ, τὴν αὐτοῦ πόλιν περιποιεῖν ἑαυτῷ ἐξαπατῶντα καὶ παραπείθοντα τὸν προστυχόντα. οὔτε γὰρ αὐτὸν δυνατὸν ἐπὶ τὸ τεῖχος ἐλθεῖν, οὔτ' αὐτῷ τὴν εἴσοδον συγχωρῆσαι, ἀλλ' οὐδὲ μὴν τὸν θεῖον αὐτῷ τὸν Μαρκέσην ἀποστελεῖ πρὸς αὐτόν. πλησίον δὲ αὐτοῦ Μαρούλη καὶ Μάρκος τις Καβαλλάριος ὠνομασμένος ὁ Καβαλλαρίου τοῦ Βάρδα ἑστὼς, ἐκ τῶν οἰκετῶν τοῦ πρεσβυτέρου βασιλέως ὢν, σκαιῶς καὶ ἀπαιδεύτως πρὸς βασιλέα τὸν νέον εἶπεν, ἀποχωρεῖν τῶν ἐνθένδε πρὶν κατεδηδοκέναι τὴν κεφαλὴν τὴν ἑαυτοῦ. ἡδὺ δὲ γελάσας ὁ βασιλεὺς ἐπὶ τῷ λόγῳ, «ἀλλ' οὐκ ἂν εἴη δυνατὸν» εἶπεν «ὦ Μάρκε, τοῦτο. ζῶν τε γὰρ οὐκ ἂν καταφάγοιμι τὴν ἰδίαν κεφαλὴν, καὶ ἀποθανόντα ὁμοίως ἀδυνατώτερον τοῦτο πράττειν, ὥστε σε συμβαίνειν καὶ ἀμφοτέρωθεν ἐψεῦσθαι.» πρὸς μὲν οὖν Μάρκον τοιαῦτα παίζων εἴρηκεν ὁ βασιλεὺς, τὸν Μαρούλην δὲ ἐκέλευεν ὡς ἐξ αὐτοῦ τοιαῦτα ἀπαγγέλλειν βασιλεῖ, ὡς «αὐτὸς ἂν εἰδείη θεὸς, οἶδα δὲ καὶ αὐτὸς, καὶ αὐτῶν ἐμοὶ συνεπιμαρτυρούντων τῶν πραγμάτων, ὡς οὐδὲν ἐνέλιπον προθυμίας οὐδὲ σπουδῆς εἰς τὸ πράττειν ἅ τε προσέταττες καὶ ἦν σοι κατὰ γνώμην· ἐλογιζόμην δ', ὅτι καὶ σὺ μᾶλλον ἂν εἰδείης αὐτὰ τῶν ἄλλων· ἐχρῆν γάρ. ἐπεὶ δ' οὕτω τὰ πράγματα φθονερός τις συνεσκεύασε δαίμων, καὶ ὧν μὲν ἐν τοῖς παρασχοῦσι καιροῖς εὐνοίας ἅμα καὶ εὐπειθείας τῆς πρὸς σὲ ἐπιδέδειγμαι ἔργῳ ἐπελάθου, ἀνθρώποις δὲ συκοφάνταις καὶ φθόροις πεισθεὶς, κεκίνηκας αὖθις τὸν πόλεμον τὸν πρὸς ἐμὲ, πολλὰ πρότερον καὶ βουλευσάμενος καὶ συσκευάσας κατ' ἐμοῦ, ὡς 1.258 ἐγένετο καταφανὲς ἐμοὶ ἐκ τῶν ἑαλωκότων γραμμάτων, ἃ καὶ μετὰ τῶν πρὸς ἐμὲ ἐλθόντων ἀρχιερέων ἔπεμψά σοι· καὶ πολλὰ πολλάκις ἐμοῦ δεηθέντος, οὐ προσεδέξω τὴν εἰρήνην, καὶ νῦν ἐλθόντος ἐνταυθοῖ καὶ ἁπτομένου σου τῶν γονάτων καὶ πάντα πράττοντος ὥστε τὴν εἰρήνην εἶναι, οὐδὲν μᾶλλον ὑφῆκας τῆς ὀργῆς, ἀλλ' ἄπρακτον ἀπεπέμψω, ὥσπερ τι σκεῦος ἄχρηστον ἀποῤῥίψας· ἤλπικας δ' ἐπὶ τὴν δεδεμένην πάρδαλιν, ἣν ἔλυσας κατ' ἐμοῦ. ἰδοὺ τὴν μὲν εἰρήνην καὶ τοὺς δι' αὐτὴν γεγενημένους ὅρκους παραδίδωμι θεῷ, ὃν αὐτὸς εὐορκῶ· πάντα δὲ τῷ πάντα δικαίως κρίνοντι ἀναθεὶς τὰ κατ' ἐμὲ, ἀναγκαίως ἤδη πρὸς τὸν πόλεμον χωρῶ. πέποιθα δὲ ὡς, ὀλίγου παρελθόντος χρόνου, οὐδ' αὐτὸς ἀγνοήσεις τὴν ἀβουλίαν τὴν νυνὶ, ἀλλ' ἐκ τῶν πραγμάτων αὐτῶν μαθήσῃ σαφῶς, ὡς ὧν μὲν ἀποσχέσθαι ἔδει, ταῦτα προείλου, ἃ δὲ ἔκρινας καταλιπεῖν, τούτων ἦν βέλτιον ἔχεσθαι παντὶ σθένει.» τοιαῦτα βασιλεὺς ὁ νέος εἰπὼν, καταβὰς τοῦ ἵππου, προσεκύνει καὶ ἀπόντα τὸν πάππον καὶ βασιλέα. καὶ ὁ Μαρούλης δὲ ὁμοίως ὥσπερ καὶ πρότερον ἀπὸ τοῦ τείχους σιγῇ τὴν προσκύνησιν παρεῖχε τῷ νέῳ βασιλεῖ. εἶτα καὶ τοὺς ἄλλους τοὺς ἀπὸ τοῦ τείχους ἀσπασάμενος ὁ βασιλεὺς, ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς Σηλυβρίαν. καὶ διοικήσας τὰ ἐκεῖ ᾗ αὐτῷ ἐδόκει ἄριστα ἔχειν, καὶ ἄρχοντα ἐπιστήσας Σηλυβριανοῖς, ἦλθεν εἰς ∆ιδυμότειχον, καταλιπὼν ἐν Σηλυβρίᾳ παρακοιμώμενον τὸν Ἀπόκαυχον, ὡς ἂν εἴ τι ἀσφαλείας ἐνέ 1.259 δει Σηλυβρίας ἕνεκα καταστησάμενος, ἀφίκηται πάλιν πρὸς αὐτόν· ὃ καὶ ἐποίησεν ὀλίγων ἡμερῶν εἴσω. βασιλεὺς δ' ἐν ∆ιδυμοτείχῳ