91
παρεσκευάζετο καὶ εἰς Πέρσας ἀπέστειλε πρός τε τὸ κοινὸν καὶ πρὸς τὸν σφῶν βασιλέα Καμβύσην, συμμαχίαν αἰτῶν καὶ τὸν Κῦρον τὸν ἀδελφιδοῦν αρχοντα τῶν συμμάχων ἐλεύσεσθαι ἀξιῶν· ηδη γὰρ ἐν τοῖς τελείοις ἠρίθμητο. συμμαχήσειν ουν τῶν Περσῶν καταθεμένων οἱ γεραίτεροι αρχοντα τὸν Κῦρον αἱροῦνται τῆς εἰς Μήδους στρατιᾶς, καὶ τρισμυρίους αὐτῷ εδοσαν πελταστὰς καὶ τοξότας καὶ σφενδονήτας. ὡς ουν ᾑρέθη, τῷ πατρὶ συνταξάμενος ἀπῄει πρὸς Μήδους σὺν τῷ στρατεύματι. ἐπεὶ δὲ ἀφίκετο, ουπω δὲ παρῆν ὁ ̓Ασσύριος, ἀσκεῖν ἐπέταττε τοῖς ἑαυτοῦ τὰ πολέμια. ἐν τούτοις δὲ παρὰ Κυαξάρου ηκεν αγγελος λέγων οτι ̓Ινδῶν παρείη πρεσβεία, καί "δεῖ παρεῖναι καὶ σέ. φέρω δέ σοι καὶ στολὴν τὴν καλλίστην· βούλεται 1.229 γάρ σε προσάγειν ἐστολισμένον λαμπρότατα, ιν' ουτω τοῖς ̓Ινδοῖς ὀφθείης." ὡς δ' ἀφίκετο ἐπὶ τὰς Κυαξάρου θύρας μετὰ τῆς στρατιᾶς, καὶ περσικῶς ἐσταλμένος εἰσῄει πρὸς αὐτόν, ἠχθέσθη ἐκεῖνος τῇ λιτότητι τῆς στολῆς. κληθέντες δὲ οἱ ̓Ινδοὶ ειπον ἐστάλθαι παρὰ τοῦ σφετέρου βασιλέως ἐρωτῶντος ἐξ ου ὁ πόλεμος ειη Μήδοις τε καὶ τῷ ̓Ασσυρίῳ, τὰ αὐτὰ δὲ πυθέσθαι κἀκείνου, καὶ ἀμφοτέροις εἰπεῖν οτι ὁ ̓Ινδῶν βασιλεὺς τὸ δίκαιον σκεψάμενος μετὰ τοῦ ἠδικημένου εσται. πρὸς ταῦτα ὁ Κυαξάρης εφη "ἡμεῖς μὲν ἀδικοῦμεν οὐδὲν τὸν ̓Ασσύριον, ἐκείνου δὲ ο,τι λέγει πυνθάνεσθε." ὁ δὲ Κῦρος ειπεν "εἰ παρ' ἡμῶν ἀδικεῖσθαί φησιν ὁ ̓Ασσύριος, ω ̓Ινδοί, αὐτὸν αἱρούμεθα δικαστὴν τὸν βασιλέα ὑμῶν." Οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ῳχοντο· ὁ δὲ Κῦρος μὴ θέλων απρακτον καθῆσθαι τὴν ἑαυτοῦ στρατιάν, τῷ Κυαξάρῃ φησίν "εναγχος μέμνημαί σου ἀκούσας ὡς ὁ ̓Αρμένιος ουτε στράτευμα πέμπει σοι ουτε τὸν δασμὸν δίδωσι, τὰς συνθήκας ἠθετηκώς. εἰ ουν βούλει, πέμψον ἐμέ, ἱππέας μοι μετρίους προσθέμενος· καὶ οιμαι σὺν τοῖς θεοῖς ὡς καὶ τὸ στράτευμα πέμψει καὶ ἀποδοίη καὶ τὸν δασμόν." ὡς δὲ ἐφῆκεν ὁ Κυαξάρης, ὑποσχόμενος, οτε τοῖς οροις πλησιάσει τῆς ̓Αρμενίας, πέμψειν αὐτῷ τοὺς ἱππέας, ἀπῄει ὁ Κῦρος ὡς πρὸς θήραν ἐξιών· καὶ γὰρ εἰώθει θηρᾶν μέσον τῶν ὁρίων ἀμφοῖν, τῶν τε Μήδων φημὶ καὶ τῶν ̓Αρμενίων. καὶ ἀπελθὼν ἐθήρα καὶ ἐπέβαινε τῶν ὀρῶν τῆς ̓Αρμενίας ἐπὶ τὸ πρόσω χωρῶν ἠρέμα. ὡς δ' ῃσθετο ταῦτα ὁ Κυαξάρης, ἀπέστειλεν αὐτῷ τοὺς ἱππεῖς. ἐλθόντων δ' ἐκείνων συγκαλέσας τοὺς ταξιάρχας ἐξέφηνε τὸ ἀπόρρητον, καὶ ηκειν εφη διὰ τὸν ̓Αρμένιον ἀγνωμονήσαντα πρὸς τὸν Κυαξάρην. καὶ 1.230 τῷ μὲν Χρυσάντᾳ ἐνετέλλετο τοὺς ἡμίσεις λαβεῖν τῶν Περσῶν καὶ εἰς τὰ ορη τῶν ̓Αρμενίων γενέσθαι, φυλάττεσθαί τε μὴ γνωρισθῆναι οτι στράτευμα ειη ἐν τούτοις, ἀλλά τινας προπέμπειν λῃσταῖς ἐοικότας καὶ τὸ πλῆθος καὶ τὰς στολάς, ωστε ει τινες ισως τούτοις ἐντύχοιεν, κλῶπας νομίζειν ειναι. καὶ ὁ μὲν Χρυσάντας μετὰ τῶν Περσῶν ἐπὶ τὰ ορη ἐχώρει, ὁ δὲ Κῦρος πέμψας πρὸς τὸν ̓Αρμένιον ἐκέλευεν ὡς τάχιστα οισειν καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα, καὶ αὐτὸς ἀπῄει συντεταγμένος. ὡς δ' ηκουσε ταῦτα ὁ ̓Αρμένιος, ἐξεπλάγη, καὶ επεμπε μὲν ἀθροίζων τὴν ἑαυτοῦ στρατιάν, επεμπε δὲ καὶ τὰς γυναῖκας τόν τε νεώτερον υἱὸν καὶ τὰ χρήματα εἰς τὰ ορη· οὐ γὰρ τεῖχος τῇ σφῶν κατοικίᾳ περιεβέβλητο. ἐπεὶ δὲ οἱ πρὸς τὰ ορη πεμφθέντες ἐνέπεσον τοῖς ἐκεῖ ἐφεδρεύουσι, καὶ αι τε γυναῖκες καὶ ὁ υἱὸς καὶ αἱ θυγατέρες τοῦ ̓Αρμενίου ἑάλωσαν, ἀπορῶν αὐτὸς καὶ ἑαυτὸν τῷ Κύρῳ παρέδωκεν. ̓Εν τούτοις δὲ ὁ πρεσβύτερος τοῦ ̓Αρμενίου παῖς Τιγράνης ἀπόδημος ων προσῄει, ος ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς ειχε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. ὁ δὲ Κῦρος "εἰς καιρὸν ηκεις" εφη. καὶ πολλὰ τῷ ̓Αρμενίῳ διαλεχθεὶς καὶ ἀδικοῦντα ἐλέγξας, τέλος εφη "λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα." τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους ειναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω τρισχιλίων ταλάντων, ὁ Κῦρος "τῆς μὲν στρατιᾶς" 1.231 εφη "τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου