91
καὶ εἰς μέθην ἐμπίπτων, ἀφίησιν αὐτὸν ἡ λύπη· ὑπερέβη γὰρ τὴν λύπην ἡ μέθη. Βαλών. αἱ εἰς ˉωˉν λήγουσαι μετοχαὶ ἀορίστου δευτέρου ὀξύνονται· δαμὼν, ἐλθὼν, πιών· ουτως ουν καὶ βαλών. ἀντίκειται τὸ πέφνων· αἱ γὰρ εἰς ˉωˉν λήγουσαι μετοχαὶ ὁπότε ἐν ἐπιπλοbeta.378 κῇ εχουσι δύο σύμφωνα, ων τὸ δεύτερον ἐστὶν ἀμετάβολον, πάντες βαρύνονται· τέμνων, δάμνων· τούτοις ομοιον τὸ πέφνων. Βαλλίζειν. τὸ κύμβαλα κτυπεῖν καὶ πρὸς τὸν ἐκείνων ηχον ὀρχεῖσθαι. Βαλανεύσω. διακονήσω. ἐμαυτὸν βαλανεύσω. Βάλλ' ἐς κόρακασ. απιθι εἰς ἀπώλειαν καὶ φθόρον. Βάλλεται. πλήττεται, πυρπολεῖται. βάλλεται δὲ ἡ ναῦς σκηπτῷ. Βαλεῖν. τὸ πόῤῥωθεν πέμψαι. Βαμβαίνει. διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώσσῃ, ἀσήμως φθέγγεται· η ὑποτρόμους ἠχεῖ τοὺς ὀδόντας. ἀπὸ μεταφορᾶς τῶν ποδῶν, τῶν μὴ ἑδραίαν τὴν φυγὴν ἐχόντων. εστιν ουν βαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν βαβαίνω, καὶ πλεονασμῷ τοῦ μ βαμβαίνω. Βαίνει. περιπατεῖ. Βάπτουσιν. ̓Αριστοφάνης ἀντὶ τοῦ πλύνουσι. πρῶτα μήτ' ερια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον. Βάπτω. παρὰ τὸ βῶ τὸ βαίνω· τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσοποιὸν χρῶμα. Βαρυβρομέων. βαρυηχῶν καὶ βαρυηχέων. Βαρύθω. ἀπὸ τοῦ βαρὺς βαρύω, καὶ πλεονασμῷ τοῦ ˉθ βαρύθω. Βαρυθυμεῖ. ὀλιγωρεῖ. Βασιλειῶ. ἐπιθυμῶ βασιλείας. beta.379 Βασιλειῶντα. ἐπιθυμοῦντα βασιλεῦσαι. Βασιλίζω. τὰ τοῦ βασιλέως φρονῶ. †Βασανίσασ. ἀντὶ τοῦ δοκιμάσας. ἀπὸ τῆς βασάνου λίθου. ουτως Πίνδαρος.† Βαστάσασ. ἀντὶ τοῦ δοκιμάσας. Βασκαίνειν. οὐχὶ τὸ φθονεῖν δηλοῖ, ἀλλὰ τὸ λυπεῖν, καὶ αἰτιᾶσθαι καὶ δυσχεραίνειν. ἐάν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει. Φερεκράτης· ὁ λαγώς με βασκαίνει τεθνηκώς. διὰ τοῦτο οὐδὲ τῇ δοτικῇ συντάσσεται, ἀλλὰ τῇ αἰτιατικῇ· τὸ γὰρ βασκαίνει μοι βάρβαρον. καὶ βάσκανον τὸν λυπηρὸν καὶ βλαβερὸν λέγουσι. Βαστραχαλίσαι. τραχηλιάσαι. βάστραχας γὰρ τοὺς τραχήλους λέγουσι. Βαρκάζειν. τὸ βαρβαρίζειν. Βατταρίζειν. μόλις λαλεῖν. ἀπὸ Βάττου Θηραίου ἰσχνοφώνου οντος. Βατταλίζεσθαι. μαλακῶς καὶ αἰσχρῶς διάγειν. Βαυκαλᾷν. τὸ τιθηνεῖσθαι μετ' ᾠδῆς τὰ παιδία. Βαυκίζεσθαι. θρύπτεσθαι. Βαΰζων. ὑλακτῶν. ̓Αριστοφάνης· βαΰζων γὰρ καὶ ἐγὼ τοιοῦτος ην. ( ̓Επίῤῥημα.) Βαβαί. θαυμαστικὸν φώνημα. *καὶ βαβαιάξ.* Βάδην. βαδιστικῶς· ἠρέμα. παραγενομένου βάδην. beta.380 Τὸ Β μετὰ τοῦ ∆. ( ̓Αρσενικόν.) Βδελυρόσ. μισητός. Βδόλοσ. ἡ δυσωδία τοῦ λύχνου. καὶ ἡ πορδή. τὸν βδόλον οὐκ εσθ' ητις ῥὶν ὑπενεγκεῖν δύναται. παρὰ τὸ οζω ὀζόλος, καὶ ἀφαιρέσει τοῦ ˉο ζόλος, ὡς τὸ ὀδύρεσθαι, δύρεσθαι, καὶ τροκῇ τοῦ ˉζ εἰς ˉβˉδ βδόλος. καὶ τὸ ῥῆμα οζει, βδεῖ, ὡς τὸ ῥοίζω, ῥοιβδῶ καὶ ἀναῤῥοιβδῶ. (Θηλυκόν.) Βδελυγμία. δυσοδμία. Βδέλλα. ἡ ἁμαρτία. θυγάτηρ αὐτῆς πορνεία, φθόνος, εἰδωλολατρεία, αι οὐκ ἐμπίμπλανται διὰ τῶν ἀτόπων πράξεων. (Οὐδέτερον.) Βδελυκτόν. μισητόν. Βδέλυγμα ἐρημώσεωσ. τὸν ἀνδριάντα φησὶ τοῦ τότε τὴν πόλιν ἑλόντος, ον εστησεν ενδον, ἐρημώσας τὴν πόλιν καὶ τὸν ναόν. βδέλυγμα καὶ ὁ ἀντίχριστος, ὡς πιστευθησόμενος παρὰ ̓Ιουδαίων χριστὸς ειναι καὶ καθεσθησόμενος καὶ δόξων ολης τῆς οἰκουμένης ειναι βασιλεύς. ηξει δὲ ἐπ' ἐρημίᾳ τοῦ κόσμου. βδέλυγμα καὶ ἡ πραττομένη πρᾶξις παρὰ τὸν προσήκοντα λόγον. καὶ πᾶν ειδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου ουτως ἐκαλεῖτο παρὰ ̓Ιουδαίοις. ( ̔Ρῆμα.) Βδέννυσθαι. ἐκκενοῦσθαι τὴν κοιλίαν, οὐχὶ τὸ πέρδειν. beta.381 Βδέλλεται. ἀμέλγει. Βδελύττεσθαι. μυσάττεσθαι. μὴ τοὺς θεοὺς βδελύττομαι τὸν λεπρὸν ἀπὸ Μελανθίου. Βδύλλει. φοβεῖται, τρέμει. οτε πένης βδύλλει λεώς. ( ̓Επίῤῥημα.) Βδελυκτῶσ. μισητῶς. Βδελυρῶσ. μισητῶς, ἀκολάστως. καὶ βδελυρία. Τὸ Β μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Βέβηλοσ. μυσαρὸς, ἀκάθαρτος, ὁ μὴ μόνον ἑαυτῷ, ἀλλὰ καὶ πολλοῖς προξενῶν βλάβας. ἀπὸ τοῦ βῶ βήσω, βηλὸς καὶ ἐν πλεονασμῷ βέβηλος· ὁ βάσιμος παντὶ, πρὸς ἀντιδιαστολὴν τοῦ ἀδύτου. Βέβαιοσ. παρὰ τὸ βιβῶ γίνεται βίβαιος, ὡς τιμῶ Τίμαιος, καὶ κατὰ τροπὴν αἰολικὴν τοῦ ˉι εἰς ˉε βέβαιος. τὰ διὰ τοῦ ˉαˉιˉοˉς ἀπὸ ῥημάτων, ειτε κύρια, ειτε προσηγορικὰ, καὶ προπαροξύνονται καὶ διὰ τῆς ˉαˉι