91
τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι. Εἰπέ μοι, ποῖον θηρίον κατὰ τοῦ ἰδίου ἄῤῥενος τοιαῦτα ἂν ἐμελέτησε πώποτε; Ποία δὲ δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπο 95.1329 λέσθαι θέλει; Ποία δὲ λέαινα τὸν ἴδιον ἄνδρα πρὸς σφαγὴν παραδίδωσιν; Ὁρᾷς ὅτι ἐπιτετευγμένως εἶπεν ἡ Σοφία τὸ, Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Καὶ ἅπαξ ἁπλῶς, ὁ ἔχων γυναῖκα πονηρὰν, γινωσκέτω, ὅτι ἤδη τοὺς μισθοὺς τῶν ἀνομιῶν αὐτοῦ ἐκομίσατο· Γυνὴ πονηρὰ ἀνόμῳ μερὶς δοθήσεται, ἀντὶ τῶν ἔργων αὐτοῦ. Ἀφόρητός ἐστι γυνὴ κολακευομένη, τὴν ὄψιν ὥσπερ λειμῶνα διανθίζουσα, ποικίλως φύει τὰς παρειὰς ἐρυθραίνουσα· ἀμύλῳ τε, οἰνανθίῳ, φαβατίῳ, καὶ ψιμμυθίῳ τὸ πρόσωπον λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα· χρυσοῖς δὲ κόσμοις τὸν τράχηλον αὐτῆς, τὰς χεῖρας, καὶ τὰς τρίχας καλλωπίζουσα, καὶ τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα. Ἔστι δὲ παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων ἀπάγουσα τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς μαλακίαις μαγεύουσα. Γυνὴ τὸ ὑποζύγιον τὸ κακὸν, ὁ σκώληξ ὁ συρόμενος, ὁ ἔνοικος τοῦ Ἀδὰμ, τοῦ ψεύδους ἡ θυγάτηρ, ἡ φυλακὴ τοῦ παραδείσου, τοῦ Ἀδὰμ ἡ ἐκβλητρία, ὁ πολέμιος ὄλεθρος, ἡ ἔχθρα τῆς εἰρήνης. Οὐ τῷ ξύλῳ ὁ Θεὸς ἐχαρίσατο τὴν γνῶσιν καλοῦ καὶ πονηροῦ, οὔτε κατεκρέμασε τὸ λογικὸν τοῦ ἀλόγου. Τὸ γὰρ φυτὸν ἄλογον, ὁ δὲ ἄνθρωπος λογικός. Οὐκ ἦν τὸ ξύλον καλοῦ καὶ πονηροῦ ἔχον γνῶσιν. Εἰ δὲ τὸ ξύλον εἶχε γνῶσιν πάντως, καὶ λογικὸν ὑπῆρχεν, ἔδει, τῆς Εὔας ἀπιούσης λαβεῖν τοῦ καρποῦ, εἰπεῖν τὸ δένδρον πρὸς τὴν γυναῖκα· Τί ποιεῖς, γυνή; θέλεις ἐκ τοῦ καρποῦ μου γεύσασθαι; μὴ φάγῃς, ἵνα μὴ ἀποθάνῃς. Κατὰ σεαυτῆς βούλει με τρυγῆσαι. Τέρπῃ μου τῷ καρπῷ, ἀλλὰ θάνατος ἔγκειται. Μὴ γὰρ οὐκ ἔχεις ἐξ ὧν φάγῃς; Τί οὖν οὐκ ἀπολαύεις ἀκινδύνως, ἀλλ' ἐπιθυμεῖς ὀλεθρίως; θέλεις, καλέσω τὸν ἄνδρα σου, καὶ εἴπω τὴν πρᾶξίν σου, ἵνα μισήσῃ τὴν γνώμην σου; Ἵνα σὺ τερφθῇς, ἐκεῖνος ἀφανίζεται· ἵνα σὺ φάγῃς, ἐκεῖνος ἀποθνήσκει· ἵνα σὺ τῷ ὄφει προσομιλήσῃς, ἐκεῖνος τοῦ Θεοῦ ἀλλοτριοῦται. Ἀλλ' οὐδὲν τούτων εἶπε τὸ δένδρον. ∆ιὰ τί; ὅτι οὐ μετεῖχε λόγου, ἀλλὰ νόμον ἐβάσταζεν. Ὥσπερ γὰρ βιβλίον ὁλόγραφον οὐ φθέγγεται δι' αὑτοῦ, λαλεῖ δὲ διὰ τῶν ἐν αὐτῷ, οὕτω καὶ τὸ δένδρον ἀντὶ γραμμάτων τὸν νόμον προεβάλλετο. Ποῖον νόμον; Ἀπὸ παντὸς ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἧ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Τί οὖν ὁ Μωϋσῆς; λεγέτω τὰ ἀκόλουθα. Καὶ εἶπεν ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Βοηθὸν, οὐκ ἀνδροκτόνον· βοηθὸν, οὐ πλάνον· βοηθὸν, οὐκ ἐπίβουλον· βοηθὸν, οὐκ ἀντίδικον· βοηθὸν, οὐχ ὑπὲρ αὐτόν· κατ' αὐτὸν, οὐ κατ' αὐτοῦ. Καὶ ἔλαβεν ὁ Θεὸς τὸν ἄνθρωπον, φησὶν, ὃν ἔπλα 95.1332 σε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Τίνος οὖν ἕνεκεν, τὸν μὲν Ἀδὰμ ἔξω τοῦ παραδείσου ἔπλασε, καὶ ἔξω πλάσας εἰς τὸν παράδεισον ἔθετο, ἐν δὲ τῷ παραδείσῳ ἐκ τῆς πλευρᾶς αὐτοῦ τὴν Εὔαν ἐδημιούργησε; ∆ιὰ τί οὖν μὴ καὶ τὴν γυναῖκα ἔπλασεν ἔξω τοῦ παραδείσου, καὶ εἶθ' οὕτως αὐτὴν εἰς τὸν παράδεισον μετῴκισεν; ἵνα μὴ μάθῃ ἔξω τοῦ ἑαυτῆς οἴκου ῥέμβεσθαι, καὶ τοῦ ἰδίου οἴκου ἀντέχεσθαι. Εἰ γὰρ καὶ ἐν τῷ παραδείσῳ διεπλάσθη, καὶ οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ ἑαυτὴν ἐξέωσε, καὶ τὸν Ἀδὰμ ἠλλοτρίωσε, τί ἔμελλε πράττειν, εἰ ἔξω τοῦ παραδείσου διεπλάσθη; Ἐκ ταύτης ἔμαθον αἱ φαῦλαι γυναῖκες οἰκίαν ἐξ οἰκίας περιέρχεσθαι. Ἃς ὀνειδίζων ὁ μακάριος Παῦλος ἔλεγεν· Ἅμα δὲ καὶ ὀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας. Ταῦτα ἐμαθήτευσεν ἡ γυνὴ τοῦ Ἰώβ· ἔλεγε γὰρ πρὸς τὸν ἴδιον ἄνδρα· Ἐγὼ πλανῆτις καὶ λάτρις τυγχάνουσα, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας. Καλῶς εἶπε πλανῆτις· τὸν γὰρ πλάνον εἶχεν ἐν ἑαυτῇ. Ἀλλὰ μηδεὶς, παρακαλῶ, τοῦ λοιποῦ λοιδορείτω τὴν Εὔαν. Ἡ γὰρ ἁγία Θεοτόκος Παρθένος τὴν ὕβριν αὐτῆς ἀπεγράψατο. Εἰ γὰρ καὶ ἀτακτήσασα συνόμιλος τῷ ὄφει γέγονεν· ἀλλ' ὅμως διὰ τῆς τεκνογονίας τὸ ἄλγος τῆς ἀνομίας