πεφυτευμένοι καὶ ἀρδευόμενοι ἐξ αὐτῆς καρποφοροῦσι καὶ ἐκφέρουσιν εὐωδίαν. καὶ πάλιν λέγει· «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν». οἱ δίκαιοι οὖν ἀκούουσι ποταμοί. Ὥσπερ γὰρ οἱ φαινόμενοι ποταμοί, ὁ Εὐφράτης ἢ ἄλλοι, εἰς μὲν τοὺς ὁμαλεστέρους τόπους, ὅπου ῥέουσιν ἢ τρέχουσι, δύνανται ὠφελεῖν, ἀνέρχεσθαι δὲ εἰς τὰ ὄρη τὰ ὑψηλά, ὅπου εἰσὶν ὕλαι καὶ ζῷα καὶ θηρία, κἀκεῖ ποτίζειν οὐ δύνανται, οὔτε εἰς τοὺς βουνοὺς οὔτε εἰς τοὺς ὑψηλοτέρους τόπους. οὕτως ἦσαν καὶ οἱ προφῆται· ποταμοὶ ἦσαν, ἐπειδὴ ἐπέρρεεν αὐτοῖς ἐν τῇ καρδίᾳ ἄνωθεν ποταμηδὸν τὸ πνεῦμα τὸ ἅγιον. ἀλλ' αὐτοὶ ἤρδευον μόνον τὸ ἴδιον ἔθνος τοῦ Ἰσραήλ. οἱ δὲ ἀπόστολοι νεφέλαι ἦσαν μεμεστωμέναι ὑετοῦ· ἔφερον ἄνωθεν τὸν ὑετὸν καὶ ἐπότιζον ὅλην τὴν γῆν καὶ τὰς πεδιάδας τὰς ἐν τῇ γῇ καὶ τὰ ἐξηραμμένα ἀνέθαλον, καὶ αἱ πηγαὶ ἀνενεοῦντο. Ὥσπερ ἐὰν ᾖ μικρὸς ποταμός, πάντες παρέρχονται, ἐὰν δὲ αὐξήσῃ καὶ πλεονάσῃ, ἀπέρατός ἐστι διὰ τὸ πλῆθος τοῦ ὕδατος, οὕτω καὶ ἐν τῇ ψυχῇ, ἕως οὗ νήπιός ἐστιν ὁ ἄνθρωπος, τὰ πονηρὰ πνεύματα ἐμπεριπατοῦσι καὶ ἐμπολιτεύονται. ἐὰν δὲ ἔλθῃ καὶ ἐπὶ τὴν ψυχὴν πλεονασμὸς χάριτος καὶ γένηται πλημμύρα, οὐκέτι δύνανται τὰ πονηρὰ πνεύματα καὶ ἀκάθαρτα ἐκεῖ παρελθεῖν· πνίγονται γὰρ καὶ καταποντίζονται. Ὥσπερ ὁ ὄμβρος ἐρχόμενος ἐπὶ τὴν γῆν πᾶσαν τὴν γῆν βρέχει, τὰ ὄρη, τὰς ὕλας, τοὺς βουνούς, τὰς πεδιάδας, οὕτω καὶ οἱ ἀπόστολοι μεμεστωμένοι τῷ πνεύματι εἰσῆλθον εἰς ὅλον τὸν κόσμον καὶ ἐξέχεαν ἐπὶ πᾶσαν τὴν οἰκουμένην. Κτίσμα ἕτερον ἕτερον κτίσμα ἐκτρέφει καὶ ζωοποιεῖ, οἷον τὰ σπέρματα τοῦ σίτου καὶ τῶν κριθῶν τὰ νέφη, κτίσματα ὄντα, καὶ ὁ ὑετὸς καὶ ὁ ἥλιος ζωοποιοῦσι κελευόμενα, οὕτω κἀκεῖνοι τοὺς ὁμοδούλους ἐξέτρεφον τῷ λόγῳ τῷ οὐρανίῳ, καὶ νοήματα διεφθαρμένα καὶ νενεκρωμένα διὰ τῆς καλῆς αὐτῶν διδασκαλίας ἐζωοποίουν καὶ ἀνήγειρον. τὸ οὖν προηγούμενον ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ. Καὶ ὥσπερ ἐστὶ φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου οἴκου φωστῆρες τοῦ Ἰσραήλ, οἱ δὲ ἀπόστολοι ἥλιοι λάμποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τῆς οἰκουμένης. Ἔστι γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θέλωσι στῆναι ἐν τῇ γῇ καὶ περιπατεῖν, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά, καὶ ἔστι γῆ ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης· καὶ ἕκαστον ἐν ᾧ ἐγεννήθη τόπῳ, καὶ γῇ καὶ ἀέρι, ἐκεῖ ἔχει τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν. οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, ὅπου διάγουσι καὶ ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου περιπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἁγίων ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων. καὶ οὔτε ἡ σκοτεινὴ γῆ τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ψηλαφᾶται ἢ ὁρᾶται σκοτεινοῖς ὀφθαλμοῖς. τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς ψυχῆς καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ γῆ τοῦ φωτός. Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν ὅτι "1ἔστιν ὄρη πύρινα"2, καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων, λοιπὸν οἱ θηρῶντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει τὴν βρῶσιν, τὸ πῦρ ἔχει τὴν πόσιν, τὸ πῦρ ἔχει τὴν ἀνάπαυσιν, τὴν αὔξησιν, τὴν ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι· καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται. καὶ τὰ ἱμάτια αὐτῶν ὅταν ῥυπανθῶσιν, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ ἔκλευκα. οὕτως ἄρα καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον καὶ ἅγιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει, πλύνει καὶ ἁγιάζει αὐτῶν τὰς καρδίας, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ ζωῆς. ἐὰν δὲ ἐκεῖθεν ἐξέρχωνται,