χρόνῳ συμπαραρρέοντα θνῄσκει τε καὶ διόλλυται, μόνος δὲ ὁ λόγος ἀνθεῖ τε καὶ ἀνηβᾷ καὶ κραταιότερος γίνεται. ἐπεὶ δὲ σωματωθεῖσιν ἡμῖν παραγίνεται, μαιεύεται τοῦτον ἡ φύσις, ἔκδοτον ποιοῦσα δυνάμεσί τισιν ὑψηλοτέραις καὶ κρείττοσιν, αἳ δὴ καὶ τὸ νηπιῶδες τούτου ἐπικαλύπτουσαι, ἐπειδὰν ἀνδρυνθέντα θεάσωνται, κατὰ τοῦ πατρὸς Κρόνου ὁπλίζουσιν· ἀσθενὴς γάρ ἐστιν ἡ καθ' ἡμᾶς φύσις τὸν ἔμφυτον λόγον ἀπογεννηθέντα παρ' αὐτῆς σπαργανοῦν καὶ μαιεύεσθαι. διὰ ταῦτα αἱ μετὰ θεὸν τεταγμέναι φύσεις, παραλαβοῦσαι τοῦτον ἀπὸ τῆς ἀτελεστέρας φύσεως, τιθηνοῦνται καὶ ἀνατρέφουσιν. Ὑποτίθησι δὲ τῷ Κρόνῳ ἡ Ῥέα εἴδωλον ἀντὶ τοῦ ἀληθοῦς ∆ιός, ὅτι διττὸς ὁ λόγος, ὁ μὲν κυρίως καὶ ὢν καὶ καλούμενος, τὸν ἔμφυτόν φημι τὸν κάτωθεν ἀπὸ τῶν κοιλάδων τῆς ψυχῆς ἀναβλύζοντα, ὁ δὲ διὰ γλώττης ῥέων ἔξω καὶ προφερόμενος, ὃς δὴ καὶ εἴδωλόν ἐστι τοῦ κυρίως ∆ιὸς καὶ οὐδ' οὕτω μαλακός τε καὶ εὔεικτος, ὥστε ταῖς νοηταῖς σφραγίσιν ὑφίεσθαι, ἀλλὰ λιθώδης ὡσανεὶ καὶ ἀντίτυπος, οὗ δὴ καὶ μόνου ἀπογεύεσθαι ὁ χρόνος ἰσχύει. τοὺς μὲν γὰρ ἐν γράμμασι λόγους ὁ πάντα τὰ καλὰ μαραίνων χρόνος ἀπαναλίσκει, οἳ δὴ εἴδωλά εἰσι τοῦ ἐμφύτου λόγου, τοῦτον δὲ μόνον ἑλεῖν οὐ δεδύνηται, ἀλλὰ καὶ πυκνὰ πεφόβηται καὶ τὴν οἰκείαν ὑποπτεύει γονήν. ὁ δὲ ἡβήσας καὶ γεγονὼς ἑαυτοῦ γενναιότερος ἀναιρεῖ μὲν τὸν πατέρα, ὑπεράλλεται δὲ καὶ χρόνον καὶ φύσιν. νπιάζων μὲν γὰρ ὁ λόγος ὑπὸ σπαργάνοις ἐστὶ καί που καὶ κλαυθμυρίζει καὶ θηλῆς δέεται, εἰς δὲ ἥβην ἐληλυθὼς καὶ γνοὺς ὅθεν οὗ παραγέγονε, τὸν μὲν κάτω ῥέοντα μεθίησι ποταμόν, ἀναχεῖται δὲ πρὸς τὴν αἰωνίαν ζωήν. ἡ τοίνυν ἀνήβησις αὕτη χρόνου τῷ αἰνιγματιστῇ ἐνοήθη ἀναίρεσις· ἡ γάρ τοι ψυχή, αἰσθητῶν οὖσα καὶ νοητῶν σύνδεσμος καὶ ἑκατέρων ἐν μεσότητι ταχθεῖσα τῶν φύσεων, ἀμφοτέραις παρὰ μέρος προσομιλεῖ, καὶ νῦν μὲν χρόνου ἀποτίκτεται, νῦν δὲ ἀναιρεῖ τὸν γεννήσαντα. Ἀλλὰ νῦν μὲν ἀναιρούμενος ὁ Κρόνος οὔπω ἀνῄρηται· οἱ γὰρ ἀναιροῦντες αὐτὸν Ζῆνες οὔπω τοσοῦτον δεδύνηνται, ἀλλ' οἱ μὲν ὑπερπεπηδήκασι τοῦτον, ὁ δὲ ἔτι τὸν μακρὸν ἑλίττει πόλον τοῖς πράγμασιν· ἀναιρήσει δὲ τοῦτον ἐς τὸ παντελὲς ὁ θεῖος καὶ πρῶτος λόγος, ὁπότε κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν μετακοσμήσειν βουληθείη τὸ σύμπαν καὶ ἀπὸ κινήσεως εἰς στάσιν μετατρέψειν τὴν οὐσίαν ἡμῶν· ὁ γάρ τοι χρόνος μέτρον κινήσεως, ἧς ἀναιρεθείσης μάταιον ὁ χρόνος παρακολούθημα· τηνικαῦτα γὰρ ἔσται ὁ θεὸς κατὰ τὸν ἀπόστολον τὰ πάντα ἐν πᾶσιν, οὐρανός, ἥλιος, ἀέρος πνεῦσις, ἡ σύμπασα ζωὴ καὶ τροφή. Τοιαύτην ὁ μῦθος ὥσπερ ἀκρότομος πέτρα ἀνέδωκε τὴν πηγήν· μηδὲν οὖν παραμείβωμεν ῥᾳδίως τῶν ἐν ταῖς ὁδοῖς τῶν δέλτων κειμένων, ἀλλὰ καὶ τὴν πέτραν ὀρύττωμεν καὶ τὴν θάμνον ἀνακαθαίρωμεν, μιμούμενοι τοὺς ἐν μεσογείᾳ καθιδρυμένους, παρ' οἷς ψαφαραί τινες πέτραι καὶ εὔθρυπτοι ὑποτύφουσιν ἅλας θαυμάσιον, ὃ δὴ βραχεῖα οἷον ἐφολκὶς κατακαλύπτει, καὶ ταύτην παραξύσαντες ἀροῦσι τὸ βάθος καὶ ἀνορύττουσι, κἀντεῦθεν οὐκ ἀνάλατα αὐτοῖς τὰ πέμματα γίνεται. ἀλλ' ἐκεῖνοι μὲν Ἄμμωνι τοὺς ἅλας δὴ τούτους ἀνατιθέασιν, ἡμεῖς δὲ τὸ ἐκ τῆς πέτρας ἀναχωσθὲν θεῷ ἀναθήσομεν, παρ' οὗ πᾶν δώρημα τέλειον καταβαίνειν εἰς ἡμᾶς εἴωθεν. 48 Τοῦ αὐτοῦ ἐξήγησις εἰς τὸ «λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχεν» Ἔστι μὲν οὐδ' ὅπερ εἰρήκειν εὐθὺς ἐρωτηθεὶς ὑφ' ὑμῶν περὶ τοῦ Πανδαρικοῦ τόξου πόρρω τῆς ποιητικῆς ἀκριβείας καὶ τῆς τοῦ λόγου διασκευῆς, ἀλλ' ἔστι νῦν ἀκριβοῦν τι καὶ καλοῦ κάλλιον. πρὸ δὲ τῆς τῶν καθ' ἕκαστα ἐπιλύσεως, ὅπερ ἐπεπόνθειν ὕστερον τὰ ἔπη ἀναγινώσκων, ἐρῶ δὴ καὶ πρὸς φίλους ἄνδρας· τὸ γοῦν φαινόμενον καὶ κατὰ τὰς πρώτας ἐπιβολάς, τὸ μὴ ἐν τῷ τείνεσθαι τὸ τόξον λίγξαι μὲν τὸν βιόν, ἠχῆσαι δὲ τὴν νευρὰν μέγα, πηδῆσαι δὲ τὸ βέλος, ἀλλὰ μετὰ τὸ τετάσθαι τὸ κυκλοτερὲς τόξον καὶ τὴν νευρὰν καὶ τὸν βιὸν τὰς πεποιημένας ἐπιγενέσθαι φωνάς· κινουμένης γὰρ τῆς θαλάσσης καὶ ὁ φλοῖσβος καὶ ὁ