31 Τοῦ Ψελλοῦ εἰς τὸν ἅγιον Γεώργιον. Ὡς στερρός, ὡς ἄτρεστος, ὡς ὑπὲρ φύσιν ἀθλητικοὺς ἤνεγκας εὐψύχως πόνους, Γεώργιε κράτιστε, μαρτύρων κλέος. πυρὸς κατεφρόνησας ἐμπύρῳ ζέσει, ὑγρᾶς κατεκράτησας ὡς πῦρ οὐσίας, κρείττων ἐφάνης καὶ τομῆς καὶ μαστίγων. ὡς θῦμα δεκτὸν τῷ θεοῦ, μάρτυς, λόγῳ τομὴν ὑπέστης καὶ σφαγὴν μαρτυρίου. ταῖς ἀρεταῖς δὲ πανσθενῶς πεφραγμένος τροχοῦ φορὰν ἤνεγκας ἐντόνῳ σθένει καὶ δεσμὰ καὶ κάκωσιν ἄλλην ἐσχάτην. καὶ δὴ προσελθὼν τῷ βραβευτῇ σου λόγῳ στεφηφορῶν ἕστηκας ὡς νικηφόρος. 32 Στίχοι τοῦ Ψελλοῦ [Τὸ] φῶς τὸ θεῖον, Φώτιε, δεδεγμένος [ποι]μὴν ἐδείχθης φωσφόρος Νέας Ῥώμης· [ἣν] φωτίσας κάλλιστα πράξει καὶ λόγῳ [ὡς] φῶς ἀνῆλθες εἰς ἀνέσπερον φάος. 33 Τοῦ Ψελλοῦ εἰς τὴν θεοτόκον θηλάζουσαν Τὴν παρθένον βλέπων με καὶ βρεφοτρόφον νόει, θεατά, τὸ σθένος τοῦ δεσπότου. 34α Τοῦ Ψελλοῦ εἰς κώθωνα γυναικὸς ἀργυροῦν Κώθων διαυγής, ἀλλὰ χεὶρ πολλῷ πλέον. Κώθωνα τόνδε χεὶρ νεαρὰ βαστάσοι, ἄν τις δὲ λεπρὰ μηδὲ κἂν προσεγγίσοι. Καὶ μὴ πιεῖν θέλοντα κώθων ἑλκύει. Κώθων πιεῖν πείθει με καὶ δίψης πλέον. Πίνειν με πείθει καὶ πρὸ δίψης ἡ θέα. 3552τ Τοῦ σοφωτάτου καὶ ὑπερτίμου Ψελλοῦ πρὸς τὸν βασιλέα Μιχαὴλ τὸν ∆ούκαν αἰνίγματα Ἔστι τι ζῷον λογικόν, δέσποτα στεφηφόρε, ὁρῶν, οὐκ ἔχον ὀφθαλμούς, ἐκτὸς ποδῶν βαδίζον, ἐστερημένον κεφαλῆς, ἀκέραιον τὰς φρένας, πνεύμονος ἄτερ καὶ λοβῶν, καρδίας καὶ κοιλίας, ἐστερημένον τοῦ παντός, τινὸς οὐ λελειμμένον. τί τοῦτο; φράσον, ἔξειπε, λέξον, δήλωσον, γράψον, ὡς συνετός, ὡς νουνεχής, ὡς ὑπερφέρων πάντων. 36 Σφαῖρά τις ὕπερθεν τῆς γῆς, πετάλοις σκεπομένη, ὕπτιος ἐπανάκειται, ὕδατος πεπλησμένη, καιρῷ προσφόρῳ λάμπουσα, πάλιν μαραινομένη, ὅλῳ τῷ χρόνῳ λάμπουσα, φθίσιν οὐ δεχομένη, ἀλέαν ἀποτίκτουσα, σβεννύουσα τὴν ζέσιν, τοῖς εὐπαθοῦσι πρόσφορος, τοῖς δυσπαθοῦσι πλέον, νοσήματος γεννητική, λυτήριον τῆς νόσου. τίς αὕτη, πορφυρόβλαστε; τῆς λύσεως τίς λόγος; 37 Εἶδον ἀρρήτοις ὄμμασι, δέσποτα στεφηφόρε, νέον πρεσβύτην ἐν ταὐτῷ τέλειον λελειμμένον, ὑψιπετῆ καὶ χθαμαλόν, κλονούμενον ἑδραῖον, φωτίζοντα σκοτίζοντα, τέμνοντα συνουλοῦντα, τοὺς μὲν ἐκ γῆς ἀνάγοντα, τοὺς δὲ πρὸς γῆν κρατοῦντα, καὶ σῴζοντα καὶ τῇ φθορᾷ τῆς ὕλης συμπηγνύντα. 53 Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν βασιλέα Ὁ θεοπάτωρ βασιλεὺς ∆αυὶδ ὁ ψαλμογράφος, νομοθετῶν καὶ προφητῶν καὶ