πνευματικὸν νόμον, καθαρὰν ἀποδεικνύουσαν τὴν πολιτείαν καὶ 32.21.269 ἀποκαθιστανομένην εἰς τὸ βούλημα τῆς φύσεως τοῦ λόγου. καὶ τήρει γε ὅτι ἐπιφέρεται τούτοις τὸ «Ἐὰν μὴ πιστεύσωσίν σοι μηδὲ «εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι «τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου»· ὁ γὰρ μὴ πιστεύσας τῇ ἐκ δοχῇ τοῦ γράμματος, διὰ μεγαλόνοιαν πιστεύει τῇ πνευματικῇ τοῦ 32.21.270 νόμου διηγήσει. ἐὰν δέ τις μὴ πιστεύσῃ τοῖς δυσὶ σημείοις τούτοις, τῷ μὲν προτέρῳ ὅτι λεπρὰν ποιεῖ τὴν πρᾶξιν, τῷ δὲ δευτέρῳ ὅτι ἀποκαθίστησιν αὐτὴν εἰς τὸ κατὰ φύσιν, τὸ ὕδωρ τούτῳ αἷμα γίνε 32.21.271 ται. γέγραπται γάρ· «Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ «σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ «ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ 32.21.272 «ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ». καὶ πρόσχες δὲ ὅτι ἐπὶ τούτου τοῦ σημείου οὐκέτι λέγεται τὸ ἢ «πιστεύσωσίν 32.21.273 «σοι», ἢ οὐ πιστεύσουσιν. δηλοῦται γὰρ ὅτι τῷ μὴ πιστεύσαντι τοῖς δυσὶ σημείοις τὸ λαμβανόμενον ἀπὸ τοῦ ποταμοῦ ὕδωρ αἷμα γίνεται, 32.21.274 δι' ἀπιστίαν ποτίμου ἀπολαύειν οὐ δυναμένῳ λόγου. ἀλλὰ γὰρ ἐπανέλθωμεν, πλείονα τοῦ δέοντος διὰ τὸν κόλπον τοῦ Ἰησοῦ παρα λαβόντες εἰς τὸν τόπον ἐπὶ τὸ προκείμενον, καὶ μαθόντες ὅτι ὃν ἠγάπα ὁ Ἰησοῦς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, πάντα πράττωμεν πρὸς τὸ ἐγκριθῆναι τῇ ἐξαιρέτῳ αὐτοῦ ἀγάπῃ· οὕτω γὰρ καὶ αὐτοὶ ἀνακεισόμεθα ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· νεύει δὲ τῷ ἀγαπωμένῳ μαθητῇ Σίμων Πέτρος, καὶ μὴ ἀρκούμενος τῷ νεύματι 32.21.275 φησὶν αὐτῷ· «Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει». ἐπεὶ οὖν τὸ νεύειν ἐν ταῖς Παροιμίαις εἰς διαβολὴν λαμβάνεται· ὁ γὰρ φαῦλος «ἐννεύει «μὲν ὀφθαλμῷ, φησίν, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύ «λων, καὶ διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά» καὶ «Ὁ ἐννεύων «ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας», λεκτέον ὅτι φαῦλον οὐ τὸ νεύειν ἐστίν, ἀλλὰ τὸ νεύειν ὀφθαλμῷ, τοῦτ' ἔστιν πλαγιάζειν τὸν ὀφθαλμὸν καὶ μὴ ὀρθὰ βλέπειν, καὶ τὸ νεύειν μετὰ δόλου ἐστὶν τὸ ψεκτόν· νεύειν δὲ φιλομαθῶς Πέτρου ἔργον ἦν, καὶ ἀκολούθως τῷ τοιούτῳ νεύματι λέγειν τῷ συμφοιτητῇ, ὡς παρρησίαν πλείονα 32.21.276 ἔχοντι πρὸς τὸν διδάσκαλον· «Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει». ἐβού λετο γὰρ ἴσως τὸ κατὰ τὴν προδοσίαν, ἣν προδίδωσιν Ἰούδας τὸν Ἰησοῦν, μυστήριον ἰδεῖν, ὅπερ ἵνα μάθῃ ὁ Πέτρος, Ἰωάννης πρότερον ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ἐπαναβέβηκεν καὶ ἀνέπεσεν 32.21.277 ἐπὶ τὸ στῆθος. καὶ τάχα μὴ ἀναπεσόντι ἐπὶ τὸ στῆθος, ἀλλὰ μείναντι ἐπὶ τοῦ ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, οὐκ ἂν παρέδωκεν ὃν 32.21.278 ἐπόθει μανθάνειν Ἰωάννης ἢ Πέτρος λόγον. εἰ καὶ ἀνακείμενος οὖν πρότερον μὲν ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὕστερον δὲ ἀνέπεσεν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, διὰ τοῦ δευτέρου ἐν τοῖς τελευταίοις τοῦ εὐ αγγελίου χαρακτηρίζεται ὡς μείζονος καὶ διαφέροντος ὁ τοῦ Ἰησοῦ 32.21.279 γνήσιος μαθητής. γέγραπται γὰρ ὅτι «Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει «τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν «ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ «παραδιδούς σε;» οὐ γὰρ γέγραπται· "7ὃς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ Ἰησοῦ"7. 32.22.280 Τί δὲ καὶ ἀποκρινόμενος εἶπεν ὁ κύριος θεωρήσωμεν. «Ἐκεῖνος, φησίν, ἐστὶν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ». εἶπεν οὖν τοῦτο ὁ Ἰησοῦς, καὶ «βάψας τὸ ψωμίον λαμβάνει καὶ δί 32.22.281 «δωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου». καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, οὐ δυνηθεὶς πρότερον εἰσελθεῖν, οὐδὲ εὐθέως ἅμα τῷ βεβληκέναι εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν 32.22.282 Ἰούδας Σίμωνος Ἰσκαριώτης. ἐχρῆν γάρ, οἶμαι, διὰ τῆς δόσεως τοῦ ψωμίου ἀντιλαβεῖν αὐτὸ ἀπὸ τοῦ ἀναξίου ἔχειν τὸ κρεῖττον ὃ ἐδόκει ἔχειν· ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐ 32.22.283 τοῦ. ἀφαιρεθεὶς οὖν ὁ Ἰούδας ὡς ἀνάξιος τοῦ κρείττονος τοῦ εἰ 32.22.284 πόντος, κεχώρηκε τὴν εἰς αὐτὸν τοῦ Σατανᾶ εἴσοδον. παραδείγματος δὲ ἕνεκεν ἵνα νοηθῇ πῶς ψωμίον μὲν ἔδωκεν ὁ