εἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γὰρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας, τὴν ἐξέτασιν ποιού μεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν. Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδὴν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως· καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπού μενος· οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ. σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. 24.4 Ἐπεὶ τοίνυν, ὦ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι; ∆οκεῖ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ' ἑαυτῆς ὑπάρχει, οὐ δεομένη τινὸς, οὗ γενομένου τὸ εἶναι λήψεται; Οὕτως ἔχει. ∆οκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; Οὕτω μοι φαίνεται. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ' ἂν ὁ ἐνεργῶν παρῇ; Οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ' ὅπερ ἐνεργεῖ ἔσται ποτέ; Οὐκ ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος, ἐν ᾧ γενομένη τὸ εἶναι λήψεται· τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνου σιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὰ κακὰ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔσται ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κἀγώ· οἷον ἄνθρωπος ὁ φονεύς, καθ' ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ' ἔργον τι τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπόν ποτε μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ' αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν· καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ φόνος ἐστὶν ἡ οὐσία, οὔτ' αὖ πάλιν [ἡ] μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ' ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς, ἀλλ' ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ' ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδ' ὁπότερον αὐτῶν οὖσα· ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδ' ὁπότερον οὖσαν αὐτῶν. καὶ ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακὰ, ἐστὶ καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστὶ ποιητής· ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς, ἀλλ' ἐνέργειαι αὐτοῦ, ἀφ' ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτά ἐστιν αὐτὸς, ταῦτα δ' ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ' εἶναι αἴτιοι. εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας φῂς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβε βηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία· ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακὸς, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακὸς, ἤρξατο δὲ καὶ ταῦτα εἶναι κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔστιν ἀνάρχως κακὸς, οὐδὲ ἀγένητα τὰ κακὰ, τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι. 24.5 Τὸν μὲν πρὸς τὸν ἑταῖρον, ὦ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ὧν γὰρ προλαβὼν ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς· ὡς ἀληθῶς γὰρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεὸς, ποιότητες δὲ τὰ κακὰ, τῶν κακῶν ἔσται