91
ἐν τῷ τῆς συμφορᾶς ῥηθῆναι καιρῷ, πρὸ πολλῶν γενεῶν προδιδάσκει, ἵνα τῇ προῤ ῥήσει ψυχαγωγῶνται, καὶ τῇ διδασκαλίᾳ παιδεύων ται. ∆ιὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέ γραπται, ἐπειδὴ μετὰ πλείστην χρόνου περίοδον τὰ λεγόμενα τέλος ἐλάμβανε. Πρόσκειται δὲ καὶ εἰς σύνεσιν, ἐπειδὴ ταύτης μάλιστα δεῖ τοῖς περιπί πτουσι συμφοραῖς. βʹ. "Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πη γὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός." Φασὶ τὰς ἐλάφους τὰ ἰοβόλα θοινᾶσθαι θηρία, καὶ σφοδρότερον ἐντεῦθεν εἰς δίψαν ἐκκαί εσθαι, καὶ θερμότερον τῶν ὑδάτων ὀρέγεσθαι. Βαβυλωνίοις τοίνυν οἱ προειρημένοι συνόντες, ἀν δράσι δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶσι, καὶ ἀτεχνῶς τοῖς ἑρπυστικοῖς ἐοικόσι θηρίοις, εἰκότως ταῖς ἐλά φοις παραπλησίως διψᾷν ἔλεγον τὸν Θεὸν, τὴν ἐκεῖ θεν ποθοῦντες ἀπαλλαγὴν, καὶ προσμένοντες τὴν θείαν ῥοπήν. γʹ. "Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ·" Ποθῶ δὲ, φησὶ, καὶ διψῶ τὴν τοῦ ζῶντος Θεοῦ μου λατρείαν. Τὸ γὰρ ὀφθῆ ναι τῷ προσώπῳ τοῦ Θεοῦ, τὸ λατρεύειν αὐτῷ κατὰ τὸν νόμον λέγει· τῇ δὲ Ἱερουσαλὴμ ἡ τοιαύτη περιώρισται λατρεία. Καὶ ταῦτα οὐ μόνος ὁ μα κάριος διδάσκει Μωσῆς, ἀλλὰ καὶ οἱ τρεῖς μακά ριοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες. Μάλα δὲ ἁρ μοδίως ἰσχυρὸν καὶ ζῶντα τὸν Θεὸν ὀνομάζουσι, τοῖς ἀψύχοις καὶ ἀκινήτοις τῶν Βαβυλωνίων εἰδώ λοις προσέχοντες. δʹ, εʹ. "Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός· ἐν τῷ λέγεσθαί μοι καθ' ἑκά στην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου; Ταῦτα ἐμνή σθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου." Νύ κτωρ, φησὶ, καὶ μεθ' ἡμέραν ὀλοφυρόμενος κόρον οὐκ ἔλαβον, ἀλλ' οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δά κρυα, τὰ περὶ σοῦ ὀνείδη δεχόμενος. Οἱ γὰρ δυσμε νεῖς ἐπιτωθάζουσί μοι, τὴν σὴν κηδεμονίαν προσφέ ροντες ὡς ἀσθενῆ, καὶ τῆς αὐτῶν ῥώμης περιγενέ σθαι μὴ δυνηθεῖσαν. Τοιγάρτοι ταῦτα διηνεκῶς λογιζόμενος, ἄπαυστον ἔχω τὸν θρῆνον. Τὸ γὰρ, "Ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου," τοῦτο σημαί 80.1172 νει, ἀντὶ τοῦ, διεχύθην καὶ ἐκινήθην εἰς ὀδυρμούς. "Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος." Σκηνὴν κα λεῖ τὴν τοῦ Θεοῦ σκέπην. Μετὰ τὰ σκυθρωπὰ τοί νυν, τὰ θυμήρη διαγορεύει, καὶ προδιδάσκει ὡς τάχιστα τῆς ἀνακλήσεως τεύξονται, καὶ ὑπὸ τῆς θείας ποδηγούμενοι χάριτος, εἰς τὴν ποθουμένην ἐπανήξουσι γῆν, καὶ τὸν θεῖον ἀνοικοδομήσουσιν οἶκον, καὶ τὰς συνήθεις ἐπιτελέσουσι πανηγύρεις, καὶ τὸν ἑορταστικὸν ἦχον, καὶ τὴν πνευματικὴν με λῳδίαν ταῖς ἀκοαῖς εἰσδέξονται. Προθεσπίζει δὲ καὶ ὁ μακάριος Ἡσαΐας, ὡς μετὰ πλείστης ἐπαν ήξουσι τιμῆς, ἐν λαμπίναις ἡμιόνων ὀχούμενοι, καὶ σκιαδίοις σκεπόμενοι, καὶ τῆς ἀκτῖνος τὸ λυ ποῦν ἀποθέμενοι. Τοῦτο δὲ καὶ ὁ Ἀκύλας ᾐνίξατο, "Εἰσελεύσομαι ἐν συσκίῳ, παραβιβάζων αὐτοὺς ἕως οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ αἰνέσεως καὶ εὐ χαριστίας ὄχλου ἑορτάζοντος." Χορεύοντες, φησὶ, καὶ τὸν Σωτῆρα Θεὸν ἀνυμνοῦντες, καὶ σκιᾶς κατὰ τὴν πορείαν ἀπολαύοντες, οὕτω τὸν θεῖον οἶκον καταληψόμεθα, ὡς ἐν πομπῇ τινι ποιούμενοι τὴν ἐπάνοδον. Ταύτης ἀκούσαντες τῆς προῤῥήσεως, σφᾶς αὐτοὺς ψυχαγωγοῦσι λέγοντες· ʹ, ζʹ. "Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου." Ταύτας, φησὶν, ὦ ψυχὴ, δεξαμένη τὰς ὑποσχέσεις, παῦσαι μὲν ἀλύουσα καὶ ἀσχάλλουσα· τῇ δὲ ἐλπίδι στηριζομένη, πρόσμει νον τὸ τῆς προῤῥήσεως τέλος· ἐν ᾧ τὴν γεγενημέ νην ὁρῶσα σωτηρίαν, ὕμνους προσοίσεις τῷ σεσω κότι Θεῷ. "Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ, ἀπὸ ὄρους μικροῦ." Ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς ἑαυτὴν διαλεγομένης. Ἐπειδὴ γὰρ εἶπε, Παῦσαι ἀθυμοῦσα τῶν ἀγαθῶν δεξαμένη τὰς ὑποσχέσεις, ἀποκρίνεται πρὸς ταῦτα λέγουσα, ὅτι Οὐ μάτην ἀλύω, καὶ τοῖς εἰρημένοις κέχρημαι θρήνοις· ἡ γὰρ μνήμη τῆς πατρῴας γῆς κινεῖ μοι