91
ὑπολήψεων καὶ σκαιότητος τὰ ἡμέτερα, κἂν ὡς ἄλλως ἐν ἁμαρτίαις ἐσμέν. Γνώρισον δὲ ἡμῖν, ὦ πάτερ, καὐτὸς ἐν οἷς εἶ καὶ ὅπως καθέζῃ, μὴ ἀθυμῶν μηδὲ ἀπελπίζων τὰ ἐλέη Κυρίου· εἰ γὰρ εἴποι "4σιώπα, πεφίμωσο"5, ἐκόπασεν ἡ θραῦσις. ἀλλὰ καὶ προσεύχου μοι ἀδιαλείπτως, παρακαλῶ, ἵνα ῥυσθῶ ἐκ τοῦ πονηροῦ. 77 {1Εἰρήνῃ πατρικίᾳ}1 Σοὶ πρέπει ὕμνος ἀληθῶς, οὐ παρ' ἐμοῦ μόνου τοῦ ἁμαρτωλοῦ, ἀλλὰ σχεδὸν καὶ παρὰ πάσης τῆς ἐκκλησίας τοῦ θεοῦ. τίνος χάριν; ὅτι ἐν τῷ παρόντι σεισμῷ τῆς ἀσεβείας, ὁπηνίκα ἱερεῖς πίπτουσιν, ἀρχιερεῖς ὄλλυνται, μονάζοντες συντρίβονται, ἄρχοντες καταρρήσσονται, ἀρχόμενοι καταλύονται, ἄνδρες ἐκλύονται, γυναῖκες δεδίασιν, μόνη ἐφάνης γυναικῶν ἀδιάπτωτος, ἀσάλευτος, ἀκράδαντος, ἄφοβος, ἀμάθαλκτος, ἀδιάρρηκτος. πόθεν τοῦτο; ὅτι ἐπὶ τὴν νοητὴν πέτραν τὴν σεαυτῆς ψυχικὴν οἰκίαν τεθεμελιωμένην ἔσχες, ἐκ προλαβουσῶν πολλῶν καὶ διαφόρων ἀγαθοεργιῶν καὶ λίθων οἱονεὶ πνευματικῶν συσφιγχθεῖσάν τε καὶ καλλιεργηθεῖσαν, ἐφ' οἷς ἕωλοι καὶ ἀνίσχυροι δυνάμει θεοῦ οἱ δαιμονικοὶ ἄνεμοι καὶ οἱ τῶν προσβολῶν νιφετοὶ ἐναπεδείχθησαν. Εὐλογημένη σὺ ἐν γυναιξί, μεμακαρισμένη σὺ ἐν ἀρχούσαις, δεδοξασμένη σὺ ἐν ταῖς ὑποζυγίοις. ἤγειρας ὄντως κέρας σωτηρίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ηὔφρανας ἀγγέλους, ᾔσχυνας δαίμονας, ἐνίκησας κακοδόξους, ἔπληξας λαοπλάνους, ἐστερέωσας σαλευομένους, ἐτραυμάτισας λειποτακτοῦντας, ἐδρίμυξας φιλοσαρκοῦντας, ὡμολόγησας Χριστὸν διὰ τῆς ἱερᾶς εἰκόνος αὐτοῦ, συνηριθμήθης τοῖς αὐτοῦ ὁμολογηταῖς. εὖγε ἀνδρειόφρων ψυχή, εὖγε μαρτυρόνους καρ δία, εὖγε ἐμοὶ μήτηρ προσκυνουμένη· ἡ γὰρ Χριστοῦ ποιήσασά τε καὶ ποιοῦσα τὸ θέλημα, πολλοῦ γε εἰπεῖν ἐμοῦ τοῦ ἀναξίου. οὕτως σε θεὸς ἐδόξασέν τε καὶ ὕψωσεν, ἀλλὰ καὶ ἔτι δοξάσειεν, ἐάνπερ μέχρι τέλους ἐπιμείνωμεν τῇ καλλίστῃ ἡμῶν ὁμολογίᾳ. καὶ τί τὸ ἀπ' αὐτῆς κέρδος; βασιλεία οὐρανῶν, ἐν ᾗ ἐκλάμψεις ὡς ὁ ἥλιος μετὰ πάντων τῶν ἁγίων. Τῇ συνάθλῳ σου καὶ ὡς ἀληθῶς ὅρπηκι προσφωνῶ τὰ εἰκότα. 78 {1Ζαχαρίᾳ ὑπάτῳ}1 Ἀσπάζομαί σε, ἄνθρωπε τοῦ θεοῦ, κάλλιστε φίλων, ἐργάτα Χριστοῦ. τί παρ' ἡμῶν τῶν ἁμαρτωλῶν παθὼν ἀγαθὸν ἀνταποδίδως ἡμῖν χάριτας; καὶ χάριτας οὐκ ἐξ ὧν σὰρξ εὐφραίνεται οὐδ' ἀφ' ὧν ἐπίκηρος ἡ εὐεργεσία, ἀλλὰ τὰς ὄντως εἰς ψυχὴν διαβαινούσας καὶ οὐ κενουμένας εἰς αἰῶνας· οἶδας ἃς λέγω, ἐπί τε τοῦ θεοφιλεστάτου φημὶ ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν, ἐπί τε τοῦ πρωτοπρεσβυτέρου, ἡμῶν τε αὐτῶν τῶν ἁμαρτωλῶν καὶ οὗτινος ἄλλου τῶν ἡμετέρων τέκνων. ἦ τοῦ μὲν εὖ παθεῖν οὐδὲν οὐδαμῶς (πόθεν γὰρ καὶ πότε;), ἐξ ἀγαθῆς δὲ καρδίας καὶ προθέσεως φιλοθέου, καθ' ἣν καὶ πρότερον εὐηργέτησας, ὅτε βασιλεὺς ἐμαίνετο καθ' ἡμῶν ἡρωδιανίζων· οὕτω γὰρ εἰπεῖν σεμνοπρεπέστερον. ∆ῴη σοι τοιγαροῦν χάριν ἀντὶ χάριτος ὁ εἰς ἑαυτὸν τὰς χάριτας ἃς πεποίηκας ἐν ἡμῖν τοῖς ταπεινοῖς διὰ φιλανθρωπίαν ἀναδεχόμενος, καὶ ῥύσεταί σε πανοικεὶ ἐκ παντὸς κακοῦ καὶ μάλιστά γε τῆς λυττώσης αἱρέσεως κατὰ Χριστοῦ. 79 {1Ἀθανασίῳ τέκνῳ}1 Ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ, καθὰ γέγραπται· διὰ τοῦτο, τέκνον μου περιπόθητον, οὐκ ἠβουλήθη ἐν παραβύστῳ σε παρεξελθεῖν ἐν ταῖς ἡμέραις ταύταις, ἀλλ' οἷόν τινα μαργαρίτην εὐσεβείας εἰς προῦπτον φανερωθῆναι, ἵν' ὅτι μάλιστα δοξασθῇ ὡς ἔν τισι τῶν προεχόντων ἀδελφῶν σου καὶ ἐπὶ τῇ σῇ στερροκαρδίᾳ. λυπηρὸν μὲν οὖν (πῶς γὰρ οὔ;) τὸ διαζευχθῆναί σε τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, οὐκ ἔχοντος αὐτοῦ ἰσοστάσιον τῆς ἀρετῆς σου εἰς παρηγορίαν καὶ συμβουλίαν· πλὴν οἶδεν οἰκονομεῖν θεὸς τὰ συμφέροντα, ἵνα ἀμφοτέρων ἡ βάσανος τῆς ἀρετῆς διαδειχθῇ. Χαίρω ἐπὶ σοί, τέκνον μου, καὶ ἐναβρύνομαι· Ἀθανάσιος εἶ, ἀλλὰ καὶ εἴης ἔργῳ καὶ λόγῳ εὐδοκίᾳ τοῦ δυναμοῦντος τὰ πάντα θεοῦ. ἔνεγκε, τέκνον μου, τὴν ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ φυλακήν. εἰ καί τι εὐδοκεῖ ἄλλο, δέξαιο ἀσπασίως· οὐ γὰρ τὸ παθεῖν, ἀλλὰ τὸ μὴ ὑποῖσαι διὰ Χριστὸν πάθη δυσφορώτατον καὶ ἐπιζήμιον τοῖς ἔχουσι νοῦν. ὁ